previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄγει δὲ αὐτοὺς εἰπὼν ταῦτα ἐς τὸ Κικέρωνος τοῦ παλαιοῦ χωρίον, ἔστι δὲ τοῦτο πρὸς τῷ ἄστει. ἱζησάντων δὲ ὑπὸ [p. 261] πλατάνῳ οἱ μὲν τέττιγες ὑποψαλλούσης αὐτοὺς τῆς αὔρας ἐν ᾠδαῖς ἦσαν, ἀναβλέψας δὲ ἐς αὐτοὺς Δημήτριος μακάριοιἔφηκαὶ ἀτεχνῶς σοφοί, ὡς ἐδίδαξάν τε ὑμᾶς ᾠδὴν ἄρα Μοῦσαι μήπω ἐς δίκας διαβολὰς ὑπαχθεῖσαν, γαστρός τε κρείττους ἐποίησαν καὶ ἀνῴκισαν τοῦ ἀνθρωπείου φθόνου ἐς ταυτὶ τὰ δένδρα, ἐφ᾽ ὧν ὄλβιοι τὴν ἐφ᾽ ὑμῶν τε καὶ Μουσῶν εὐδαιμονίαν ᾄδετε.’ δὲ Ἀπολλώνιος ξυνίει μέν, οἷ τείνει ταῦτα, διαβαλὼν δ᾽ αὐτὰ ὡς ἀργότερα τῆς ἐπαγγελίας, ‘εἶταεἶπετεττίγων βουληθεὶς διελθεῖν ἔπαινον οὐκ ἐς τὸ φανερὸν διῄεις αὐτόν, ἀλλ᾽ ἐνταῦθα πτήξας, ὥσπερ δημοσίᾳ κειμένου νόμου μηδένα ἐπαινεῖν τέττιγας;’ ‘οὐχ ὑπὲρ ἐπαίνουἔφηταῦτα εἶπον, ἀλλ᾽ ἐνδεικνύμενος, ὅτι τούτοις μὲν ἀνεῖται τὰ αὐτῶν μουσεῖα, ἡμῖν δὲ οὐδὲ γρύξαι συγγνώμη, ἀλλ᾽ ἔγκλημα σοφία εὕρηται, καὶ μὲν Ἀνύτου καὶ Μελήτου γραφὴΣωκράτηςφησὶνἀδικεῖ διαφθείρων τοὺς νέους καὶ δαιμόνια καινὰ ἐπεσάγων,’ ἡμᾶς δὲ οὑτωσὶ γράφονται: ἀδικεῖ δεῖνα σοφὸς ὢν καὶ δίκαιος καὶ ξυνιεὶς μὲν θεῶν, ξυνιεὶς δὲ ἀνθρώπων, νόμων τε πέρι πολλὰ εἰδώς. σὺ δ᾽, ὅσῳ περ ἡμῶν σοφώτατος, τοσούτῳ σοφωτέρα κατηγορία ἐπὶ σὲ εὕρηται: βούλεται γάρ σε Δομετιανὸς μετέχειν τῶν ἐγκλημάτων, ἐφ᾽ οἷς Νερούας τε καὶ οἱ ξὺν αὐτῷ φεύγουσι.’ ‘φεύγουσι δ᾽ἦδ᾽ ὃςἐπὶ τῷ;’ ‘ἐπὶ τῇ μεγίστῃ γεἔφητῶν νῦν αἰτιῶν, ὡς δοκεῖ τῷ διώκοντι: φησὶ γὰρ αὐτοὺς ἐπὶ τὴν ἀρχὴν τὴν αὑτοῦ πηδῶντας ᾑρηκέναι, σὲ δὲ ἐξορμῆσαι τοὺς ἄνδρας ἐς ταῦτα παῖδα, οἶμαι, τεμόντα.’ ‘μῶνἔφηὡς ὑπ᾽ εὐνούχου ἀρχὴ καταλυθείη;’ ‘οὐ τοῦτοἔφησυκοφαντούμεθα, φασὶ δ᾽ , ὡς παῖδα θύσαις ὑπὲρ μαντικῆς, [p. 262] ἣν τὰ νεαρὰ τῶν σπλάγχνων φαίνει, πρόσκειται δὲ τῇ γραφῇ καὶ περὶ ἀμπεχόνης καὶ διαίτης καὶ τὸ ἔστιν ὑφ᾽ ὧν προσκυνεῖσθαί σε. ταυτὶ γὰρ Τελεσίνου ἤκουον ἀνδρὸς ἐμοί τε καὶ σοὶ ἐπιτηδείου.’ ‘ἕρμαιον,’ εἶπενεἰ Τελεσίνῳ ἐντευξόμεθα, λέγεις γάρ που τὸν φιλόσοφον, ὃς ἐπὶ Νέρωνος ἐν ὑπάτοις ἦρξεν,’ ‘ἐκεῖνον μὲν οὖνἔφηλέγω, ξυγγένοιο δ᾽ ἂν αὐτῷ τίνα τρόπον; αἱ γὰρ τυραννίδες ὑποπτότεραι πρὸς τοὺς ἐν ἀξίᾳ πάντας, ἢν ἐς κοινὸν ἴωσι λόγον τοῖς ἐν οἵᾳ σὺ νῦν αἰτίᾳ, Τελεσῖνος δὲ καὶ τῷ κηρύγματι ὑπεξῆλθεν, κεκήρυκται νῦν ἐς φιλοσοφίαν πᾶσαν, ἀσπασάμενος μᾶλλον τὸ φεύγειν ὡς φιλόσοφος τὸ ὡς ὕπατος μένειν.’ ‘μὴ κινδυνευέτωεἶπεν ἀνὴρ ἐμοῦγε ἕνεκα, ἱκανῶς γὰρ ὑπὲρ φιλοσοφίας κινδυνεύει. ἀλλ᾽ ἐκεῖνό μοι εἰπέ, Δημήτριε, τί δοκῶ σοι λέγων τί πράττων εὖ θήσεσθαι τὸν ἐμαυτοῦ φόβον;’ ‘μὴ παίζων,’ ἔφημηδέ, δέδιας, φοβεῖσθαι λέγων, εἰ γὰρ φοβερὰ ἡγοῦ ταῦτα, κἂν ᾤχου ἀποδρὰς τὸν ὑπὲρ αὐτῶν λόγον.’ ‘σὺ δ᾽ ἂν ἀπέδρας,’ εἶπενεἰ περὶ ὧν ἐγὼ ἐκινδύνευες;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: