previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀνολοφυραμένου δὲ τοῦ Δάμιδος καί τι καὶ τοιοῦτον εἰπόντοςἆρ᾽ ὀψόμεθά ποτε, θεοί, τὸν καλόν τε καὶ ἀγαθὸν ἑταῖρον;’ ἀκούσας Ἀπολλώνιος, καὶ γὰρ δὴ καὶ ἐφεστὼς ἤδη τῷ νυμφαίῳ ἐτύγχανεν, ‘ὄψεσθε,’ εἶπεμᾶλλον δὲ ἑωράκατε.’ ‘ζῶντα;’ ἔφη Δημήτριοςεἰ δὲ τεθνεῶτα, οὔπω πεπαύμεθα ἐπὶ σοὶ κλάοντες.’ προτείνας οὖν Ἀπολλώνιος τὴν χεῖραλαβοῦ μου,’ ἔφηκἂν μὲν διαφύγω σε, εἴδωλόν εἰμί σοι ἐκ Φερσεφάττης ἧκον, οἷα φαίνουσιν οἱ χθόνιοι θεοὶ τοῖς ἀθυμοτέροις τὰ πένθη, εἰ δὲ ὑπομείναιμι ἁπτόμενον, πεῖθε καὶ Δάμιν ζῆν τέ με καὶ μὴ ἀποβεβληκέναι τὸ σῶμα.’ οὐκέθ᾽ οἷοι ἀπιστεῖν ἦσαν, ἀλλ᾽ ἀναστάντες ἐξεκρέμαντο τοῦ ἀνδρὸς καὶ ἠσπάζοντο ὑπέρ τε τῆς ἀπολογίας ἠρώτων: μὲν γὰρ Δημήτριος οὐδ᾽ ἀπολελογῆσθαι αὐτόν, ἀπολέσθαι γὰρ ἂν καὶ μὴ ἀδικοῦντα, Δάμις δ᾽ ἀπολελογῆσθαι μέν, θᾶττον δ᾽ ἴσως, οὐ γὰρ ἐπ᾽ ἐκείνης γε τῆς ἡμέρας ᾤετο. δ᾽ Ἀπολλώνιοςἀπολελόγημαι,’ ἔφη ἄνδρες, καὶ νικῶμεν, γέγονε δέ μοι τὰ τῆς ἀπολογίας τήμερον οὐ πρὸ πολλοῦ τῆς ἡμέρας, προῄει γὰρ ἤδη ἐς μεσημβρίαν.’ ‘πῶς οὖνἔφη Δημήτριοςτοσήνδε ὁδὸν ἐν σμικρῷ τῆς ἡμέρας ἤνυσας;’ καὶ Ἀπολλώνιοςπλὴν κριοῦἔφηκαὶ πτερῶν κηροῦ ξυγκειμένων πάντα οἴου, θεὸν ἐπιγράφων τῇ πομπῇ ταύτῃ.’ ‘πανταχοῦ μὲν δ᾽ Δημήτριοςτῶν σῶν ἔργων τε καὶ λόγων θεὸν [p. 329] ἀεί τινα προορᾶν ἡγοῦμαι, παρ᾽ οὗ τὰ σὰ οὕτως ἔχει, τὴν δ᾽ ἀπολογίαν, τις γέγονε καὶ ἅττα κατηγορία εἶχε καὶ τὸ τοῦ δικάζοντος ἦθος καὶ τι ἤρετο καὶ ὅτῳ ξυγκατέθετο ὅτῳ μή, λέγε ὁμοῦ πάντα, ἵνα καὶ Τελεσίνῳ ἕκαστα φράζοιμι, οὐ γὰρ ἀνήσει ἐρωτῶν τὰ σά, ὅς γε καὶ πρὸ πεντεκαίδεκα ἴσως ἡμερῶν ἐμοὶ ξυμπίνων ἐν Ἀνθίῳ κατέδαρθε μὲν ἐπὶ τῆς τραπέζης, μεσούσης δ᾽ αὐτῷ τῆς κύλικος ἔδοξεν ὄναρ πῦρ ἐν τῇ γῇ πελαγίσαν τοὺς μὲν ἀπολαμβάνειν τῶν ἀνθρώπων, τοὺς δὲ φθάνειν ὑποφεύγοντας, καὶ γὰρ δὴ καὶ ῥεῖν αὐτὸ παραπλησίως τῷ ὕδατι, σὲ δ᾽ οὐχ ὅπερ οἱ πολλοὶ παθεῖν, ἀλλὰ διανεῦσαι αὐτοῦ σχισθέντος. ἐπὶ δὲ τῷ ἐνυπνίῳ τούτῳ θεοῖς εὐξυμβόλοις ἔσπεισεν ἐμοί τε παρεκελεύσατο ὑπὲρ σοῦ θαρρεῖν.’ καὶ Ἀπολλώνιοςοὐ θαυμάζω Τελεσῖνονεἶπενὑπερκαθεύδοντα, καὶ γὰρ δὴ καὶ ὑπερεγρήγορέ μου πάλαι, τὰ δ᾽ ὑπὲρ τῆς δίκης πεύσεσθε μέν, οὐ μὴν ἐνταῦθα, δείλη τε γὰρ ἱκανῶς ἤδη καὶ βαδίζειν ὥρα ἐς ἄστυ, ἡδίους δ᾽ οἱ καθ᾽ ὁδὸν λόγοι παραπέμψαι βαδίζοντας. ἴωμεν οὖν διαλαλοῦντες ὑπὲρ ὧν ἐρωτᾶτε, λέξω δὲ τὰ τήμερον δήπου ἐν τῷ δικαστηρίῳ πραχθέντα. τὰ γὰρ πρὸ τῆς κρίσεως ἄμφω ἴστε, σὺ μὲν παρατυχών, σὺ δ᾽ ἠκροαμένος, οἶμαι, τούτου, μὰ Δία, οὐχ ἅπαξ, ἀλλὰ καὶ πάλιν, εἰ μὴ ἐκλέλησμαι Δημητρίου, δ᾽ οὔπω ἴστε, δίειμι, διείρων ἀπὸ τῆς προρρήσεως καὶ τοῦ γυμνὸς ἐσελθεῖν.’ διῄει δὲ καὶ τοὺς ἑαυτοῦ λόγους καὶ ἐπὶ πᾶσι τὸοὐ γάρ με κτενέειςκαὶ τὸ ἀπελθεῖν τῆς κρίσεως, ὡς ἀπῆλθε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: