previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὴν δὲ σήραγγα τὴν ὑπὸ τῷ Εὐφράτῃ δεικνύντος αὐτῷ ποτε τοῦ βασιλέως καὶτί σοι φαίνεται τὸ θαῦμα;’ εἰπόντος καταβάλλων τὴν τερατουργίαν Ἀπολλώνιοςθαῦμα ἂν ἦν, βασιλεῦ,’ ἔφη, ‘εἰ διὰ τοῦ ποταμοῦ βαθέος οὕτω καὶ ἀπόρου ὄντος πεζῇ ἐβαδίζετε.’ δείξαντος δὲ καὶ τὰ ἐν Ἐκβατάνοις τείχη καὶ θεῶν φάσκοντος ταῦτα εἶναι οἴκησινθεῶν μὲν οὐκ ἔστιν ὅλως οἴκησις,’ εἶπενεἰ δὲ ἀνδρῶν οὐκ οἶδα: γὰρ Λακεδαιμονίων, βασιλεῦ, πόλις ἀτείχιστος ᾤκισται.’ καὶ μὴν καὶ δίκην τινὰ δικάσαντος αὐτοῦ κώμαις καὶ μεγαλοφρονουμένου πρὸς τὸν Ἀπολλώνιον, ὡς δυοῖν ἡμερῶν ἠκροαμένος εἴη τῆς δίκηςβραδέως γ᾽ἔφητὸ δίκαιον εὗρες.’ χρημάτων δὲ ἐκ τῆς ὑπηκόου φοιτησάντων ποτὲ ἀθρόων ἀνοίξας τοὺς θησαυροὺς ἐδείκνυ τῷ ἀνδρὶ τὰ χρήματα ὑπαγόμενος αὐτὸν ἐς ἐπιθυμίαν πλούτου, δὲ οὐδὲν ὧν εἶδε θαυμάσαςσοὶ ταῦτα,’ ἔφη βασιλεῦ, χρήματα, ἐμοὶ δὲ ἄχυρα:’. ‘τί ἂν οὖνἔφηπράττων καλῶς αὐτοῖς χρησαίμην;’ ‘χρώμενος,’ ἔφηβασιλεὺς γὰρ εἶ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: