previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα σπουδάζοντας αὐτοὺς βασιλεὺς ἐκκρούειν ἐπειρᾶτο διείργων αὐτοὺς παντὸς λόγου καὶ ἀεί τι ἔμπληκτον καὶ ἀμαθὲς λέγων. πάλιν οὖν ἤρετο ὑπὲρ τοῦ σπουδάζοιεν, δὲ Ἀπολλώνιοςδιαλεγόμεθα μὲν ὑπὲρ μεγάλων καὶ τῶν παρ᾽ Ἕλλησιν εὐδοκιμωτάτων, σὺ δ᾽ ἂν μικρὰ ταῦτα ἡγοῖο, φῂς γὰρ διαβεβλῆσθαι πρὸς τὰ Ἑλλήνων.’ ‘διαβέβλημαι μὲν ἀληθῶς,’ εἶπενἀκοῦσαι δ᾽ ὅμως βούλομαι, δοκεῖτε γάρ μοι λέγειν ὑπὲρ Ἀθηναίων τῶν Ξέρξου δούλων.’ δὲὑπὲρ ἄλλων μὲνἔφηδιαλεγόμεθα, ἐπεὶ δ᾽ ἀτόπως τε καὶ ψευδῶς Ἀθηναίων ἐπεμνήσθης, ἐκεῖνό μοι εἰπέ: εἰσί σοι, βασιλεῦ, δοῦλοι;’ ‘δισμύριοι,’ ἔφηκαὶ οὐδὲ ἐώνημαί γε αὐτῶν οὐδένα, ἀλλ᾽ εἰσὶν οἰκογενεῖς πάντες.’ πάλιν οὖν ἤρετο ἑρμηνεύοντος τοῦ Ἰάρχα, πότερ᾽ αὐτὸς ἀποδιδράσκοι τοὺς αὑτοῦ δούλους οἱ δοῦλοι ἐκεῖνον, [p. 109] δὲ ὑβρίζων αὐτὸντὸ μὲν ἐρώτημαἔφηἀνδραποδῶδες, ὅμως δ᾽ οὖν ἀποκρίνομαι τὸν ἀποδιδράσκοντα δοῦλόν τε εἶναι καὶ ἄλλως κακόν, δεσπότην δὲ οὐκ ἂν ἀποδρᾶναι τοῦτον, ὃν ἔξεστιν αὐτῷ στρεβλοῦν τε καὶ ξαίνειν.’ ‘οὐκοῦν,’ ἔφη βασιλεῦ, δοῦλος εἶναι Ἀθηναίων Ξέρξης ὑπὸ σοῦ ἀποπέφανται καὶ ὡς κακὸς δοῦλος ἀποδρᾶναι αὐτούς, ἡττηθεὶς γὰρ ὑπ᾽ αὐτῶν τῇ ναυμαχίᾳ τῇ περὶ τὰ στενὰ καὶ δείσας περὶ ταῖς ἐν Ἑλλησπόντῳ σχεδίαις ἐν μιᾷ νηὶ ἔφυγε.’ ‘καὶ μὴν καὶ ἐνέπρησενἔφητὰς Ἀθήνας ταῖς ἑαυτοῦ χερσίν.’ δὲ Ἀπολλώνιοςτούτου μέν,’ εἶπεν βασιλεῦ, τοῦ τολμήματος ἔδωκε δίκας, ὡς οὔπω τις ἕτερος: οὓς γὰρ ἀπολωλεκέναι ᾤετο, τούτους ἀποδρὰς ᾤχετο. ἐγὼ δὲ καὶ ῾τἂ Ξέρξου θεωρῶν ἐπὶ μὲν τῇ διανοίᾳ, καθ᾽ ἣν ἐστράτευσεν, ἡγοίμην ἂν αὐτὸν ἀξίως δοξασθῆναι ἐνίοις, ὅτι Ζεὺς εἴη, ἐπὶ δὲ τῇ φυγῇ κακοδαιμονέστατον ἀνθρώπων ὑπείληφα: εἰ γὰρ ἐν χερσὶ τῶν Ἑλλήνων ἀπέθανε, τίς μὲν ἂν λόγων λαμπροτέρων ἠξιώθη; τῷ δ᾽ ἂν μείζω τάφον ἐπεσημήναντο Ἕλληνες; ἀγωνία δ᾽ ἐνόπλιος καὶ ἀγωνία μουσικὴ τίς οὐκ ἂν ἐπ᾽ αὐτῷ ἐτέθη; εἰ γὰρ Μελικέρται καὶ Παλαίμονες καὶ Πέλοψ ἐπηλύτης Λυδός, οἱ μὲν ἔτι πρὸς μαζῷ ἀποθανόντες, δὲ τὴν Ἀρκαδίαν τε καὶ τὴν Ἀργολίδα καὶ τὴν ἐντὸς Ἰσθμοῦ δουλωσάμενος ἐς θείαν μνήμην ὑπὸ τῶν Ἑλλήνων ἤρθησαν, τί οὐκ ἂν ἐπὶ Ξέρξῃ ἐγένετο ὑπ᾽ ἀνδρῶν ἀσπαζομένων τε ἀρετὰς φύσει καὶ ἔπαινον αὑτῶν ἡγουμένων τὸ ἐπαινεῖν οὓς νικῶσιν;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: