previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧδε μὲν παρεσκεύαστο πρὸς τὰ ἐκ τοῦ τυράννου πάντα, προεστῶτι δ᾽ αὐτῷ τοῦ δικαστηρίου προσελθὼν ἕτερος γραμματεὺς Τυανεῦ,’ ἔφηγυμνὸς ἔσελθε.’ ‘λουσόμεθα οὖνεἶπεν δικασόμεθα;’ ‘οὐχ ὑπὲρ ἐσθῆτοςἔφηταῦτα προείρηται, ἀλλ᾽ ἀπαγορεύει σοι βασιλεὺς μήτε περίαπτον μήτε βιβλίον μήτ᾽ ἄλλο γραμματεῖον ὅλως μηδὲν ἐσφέρειν ἐνταῦθα.’ ‘μηδὲ νάρθηκαεἶπενἐπὶ τοὺς ἀνοήτως αὐτὸν ταῦτα πείθοντας;’ ‘ἀναβοήσας δὲ κατήγορος βασιλεῦ, ‘πληγὰςἔφηἀπειλεῖ μοι γόης, ἐγὼ γάρ σε ταυτὶ πέπεικα.’ ‘οὐκοῦνεἶπεσὺ μᾶλλον γόης, γὰρ μὴ ἐγὼ πέπεικά πω τὸν βασιλέα, ὡς οὐκ εἰμί, σὺ φῂς αὐτὸν ὡς εἴην πεπεικέναι.’ παρῆν δὲ τῷ κατηγόρῳ λοιδορουμένῳ ταῦτα καὶ τῶν Εὐφράτου τις ἀπελευθέρων, ὃν ἐλέγετο Εὐφράτης ἄγγελον τῶν ἐν Ἰωνίᾳ τοῦ Ἀπολλωνίου διαλέξεων στεῖλαι ὁμοῦ χρήμασιν, τῷ κατηγόρῳ ἐπεδόθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: