previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γελάσας οὖν Ἰνδὸςἔοικαςἔφητὸ μὴ ἀδικεῖν δικαιοσύνην ἡγεῖσθαι, τουτὶ δὲ οἶμαι καὶ πάντας Ἕλληνας: ὡς γὰρ ἐγώ ποτε Αἰγυπτίων δεῦρο ἀφικομένων ἤκουσα, φοιτῶσι μὲν ὑμῖν ἀπὸ τῆς Ῥώμης ἡγεμόνες γυμνὸν ἠρμένοι τὸν πέλεκυν ἐφ᾽ ὑμᾶς, οὔπω γιγνώσκοντες, εἰ φαύλων ἄρξουσιν, ὑμεῖς δέ, εἰ μὴ πωλοῖεν τὰς δίκας [p. 103] οὗτοι, φατὲ αὐτοὺς δικαίους εἶναι. τουτὶ δὲ καὶ τοὺς τῶν ἀνδραπόδων καπήλους ἀκούω ἐκεῖ πράττειν, εἰ γὰρ ἀφίκοιντο κατάγοντες ὑμῖν ἀνδράποδα Καρικὰ καὶ τὸ ἦθος αὐτῶν ἐφερμηνεύοιεν ὑμῖν, ἔπαινον ποιοῦνται τῶν ἀνδραπόδων τὸ μὴ κλέπτειν αὐτά. τοὺς μὲν δὴ ἄρχοντας, οἷς ὑποκεῖσθαί φατε, τοιούτων ἀξιοῦτε, καὶ λαμπρύνοντες αὐτοὺς ἐπαίνοις, οἷς περ τὰ ἀνδράποδα, ζηλωτοὺς πέμπετε, ὡς οἴεσθε, οἱ δέ γε σοφώτατοι ποιηταὶ ὑμῶν οὐδ᾽ εἰ βούλεσθε δίκαιοί τε καὶ χρηστοὶ εἶναι, ξυγχωροῦσιν ὑμῖν γενέσθαι. τὸν γὰρ Μίνω τὸν ὠμότητι ὑπερβαλόμενον πάντας καὶ δουλωσάμενον ταῖς ναυσὶ τοὺς ἐπὶ θαλάττῃ τε καὶ ἐν θαλάττῃ δικαιοσύνης σκήπτρῳ τιμῶντες ἐν Ἅιδου καθίζουσι διαιτᾶν ταῖς ψυχαῖς, τὸν δ᾽ αὖ Τάνταλον, ἐπειδὴ χρηστός τε ἦν καὶ τοῖς φίλοις τῆς ὑπαρχούσης αὐτῷ παρὰ τῶν θεῶν ἀθανασίας μετεδίδου, ποτοῦ τε εἴργουσι καὶ σίτου, εἰσὶ δὲ οἳ καὶ λίθους αὐτῷ ἐπικρεμάσαντες δεινὰ ἐφυβρίζουσι θείῳ τε καὶ ἀγαθῷ ἀνδρί, οὓς ἐβουλόμην ἂν μᾶλλον λίμνην αὐτῷ περιβλύσαι νέκταρος, ἐπειδὴ φιλανθρώπως αὐτοῦ καὶ ἀφθόνως προὔπινε.’ καὶ ἅμα λέγων ταῦτα ἐπεδείκνυ ἄγαλμα ἐν ἀριστερᾷ, ἐπεγέγραπτο ΤΑΝΤΑΛΟΣ. τὸ μὲν δὴ ἄγαλμα τετράπηχυ ἦν, ἀνδρὶ δὲ ἐῴκει πεντηκοντούτῃ καὶ τρόπον Ἀργολικὸν ἔσταλτο, παρήλλαττε δὲ τὴν χλαμύδα, ὥσπερ οἱ Θετταλοί, φιάλην τε προὔπινεν ἀποχρῶσαν ἑνὶ διψῶντι, ἐν στάλαγμα ἐκάχλαζεν ἀκηράτου πώματος οὐχ ὑπερβλύζον τῆς φιάλης. τι μὲν οὖν ἡγοῦνται αὐτὸ καὶ ἐφ᾽ ὅτῳ ἀπ᾽ αὐτοῦ πίνουσι, δηλώσω αὐτίκα. πλὴν ἀλλὰ ἡγεῖσθαι χρὴ τὸν Τάνταλον μὴ τῇ γλώττῃ ἐφέντα, κοινωνήσαντα δὲ ἀνθρώποις τοῦ νέκταρος ὑπὸ τῶν ποιητῶν ἐλαύνεσθαι, θεοῖς δὲ μὴ [p. 104] διαβεβλῆσθαι αὐτόν, οὐ γὰρ ἄν, εἰ θεοῖς ἀπήχθετο, κριθῆναί ποτε ὑπὸ τῶν Ἰνδῶν ἀγαθὸν θεοφιλεστάτων ὄντων καὶ μηδὲν ἔξω τοῦ θείου πραττόντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: