previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὲ καὶ διεβέβλητο πρὸς τοὺς οἰομένους ξυγγράφειν καὶ ἀμαθεῖς ἡγεῖτο τοὺς ἁπτομένους λόγου μείζονος, ὑπάρχει μαθεῖν ἐκ τῶνδε: μειράκιον γὰρ δοκησίσοφον ἐντυχὸν αὐτῷ περὶ τὸ ἱερὸνσυμπροθυμήθητί μοιἔφηαὔριον, ἀναγνώσομαι γάρ τι’. τοῦ δὲ Ἀπολλωνίου ἐρομένου, τι ἀναγνώσοιτο, ‘λόγοςεἶπεξυντέτακταί μοι ἐς τὸν Δία.’ καὶ ἅμα ὑπὸ τῷ ἱματίῳ ἐπεδείκνυ αὐτὸν σεμνυνόμενος τῇ παχύτητι τοῦ βιβλίου. ‘τί οὖνἔφηἐπαινέσῃ τοῦ Διός; τὸν Δία τὸν ἐνταῦθα καὶ τὸ μηδὲν εἶναι τῶν ἐν τῇ γῇ ὅμοιον;’ ‘καὶ τοῦτο μέν,’ ἔφηπολλὰ δὲ πρὸ τούτου καὶ ἐπὶ τούτῳ ἕτερα, καὶ γὰρ αἱ ὧραι καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑπὲρ τὴν γῆν καὶ ἀνέμους εἶναι καὶ ἄστρα Διὸς πάντα.’ δὲ Ἀπολλώνιοςδοκεῖς μοιεἶπενἐγκωμιαστικός τις εἶναι σφόδρα’. ‘διὰ τοῦτοἔφηκαὶ ποδάγρας ἐγκώμιόν τί μοι ξυντέτακται καὶ τοῦ τυφλόν τινα κωφὸν εἶναι.’ ‘ἀλλὰ μηδὲ τοὺς ὑδέρουςεἶπεμηδὲ τοὺς κατάρρους ἀποκήρυττε τῆς ἑαυτοῦ σοφίας, εἰ βούλοιο ἐπαινεῖν τὰ τοιαῦτα, βελτίων δὲ ἔσῃ καὶ τοῖς ἀποθνήσκουσιν ἑπόμενος καὶ διιὼν ἐπαίνους τῶν νοσημάτων, ὑφ᾽ ὧν ἀπέθανον, ἧττον γὰρ ἐπ᾽ αὐτοῖς ἀνιάσονται πατέρες τε καὶ παῖδες καὶ οἱ ἀγχοῦ τῶν ἀποθανόντων.’ κεχαλινωμένον δὲ ἰδὼν τὸ μειράκιον ὑπὸ τοῦ λόγου ἐγκωμιάζων’, εἶπεν ξυγγραφεῦ, πότερον οἶδεν ἐπαινέσεται ἄμεινον [p. 149] οὐκ οἶδεν;’ ‘ οἶδεν,’ ἔφηπῶς γὰρ ἄν τις ἐπαινοῖ, οὐκ οἶδε;’ ‘τὸν πατέρα οὖν ἤδη ποτὲ τὸν σαυτοῦ ἐπῄνεσας;’ ‘ἐβουλήθην,’ εἶπενἀλλ᾽ ἐπεὶ μέγας τι μοι δοκεῖ καὶ γενναῖος ἀνθρώπων τε ὧν οἶδα κάλλιστος οἶκόν τε ἱκανὸς οἰκῆσαι καὶ σοφίᾳ ἐς πάντα χρῆσθαι, παρῆκα τὸν ἐς αὐτὸν ἔπαινον, ὡς μὴ αἰσχύνοιμι τὸν πατέρα λόγῳ ἥττονι.’ δυσχεράνας οὖν Ἀπολλώνιος, τουτὶ δὲ πρὸς τοὺς φορτικοὺς τῶν ἀνθρώπων ἔπασχενεἶτα’, ἔφη κάθαρμα, τὸν μὲν πατέρα τὸν σεαυτοῦ, ὃν ἴσα καὶ σεαυτὸν γιγνώσκεις, οὐκ ἄρ᾽ οἴει πότ᾽ ἂν ἱκανῶς ἐπαινέσαι, τὸν δ᾽ ἀνθρώπων καὶ θεῶν πατέρα καὶ δημιουργὸν τῶν ὅλων, ὅσα περὶ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς ἐστιν, εὐκόλως οὕτως ἐγκωμιάζων οὔθ᾽, ὃν ἐπαινεῖς, δέδιας, οὔτε ξυνίης ἐς λόγον καθιστάμενος μείζονα ἀνθρώπου;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: