previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἰδεῖν καὶ δένδρα φασὶν ἐνταῦθα, οἷα οὐχ ἑτέρωθι τῆς γῆς, καὶ Γηρυόνεια μὲν καλεῖσθαι αὐτά, δύο δὲ εἶναι, φύεσθαι δὲ τοῦ σήματος, ἐπὶ τῷ Γηρυόνῃ ἕστηκε, παραλλάττοντα ἐκ πίτυός τε καὶ πεύκης ἐς εἶδος ἕτερον, λείβεσθαι δὲ αἵματι, καθάπερ τῷ χρυσῷ τὴν Ἡλιάδα αἴγειρον. δὲ νῆσος, ἐν τὸ ἱερόν, ἔστι μὲν ὁπόση νεώς, πετρῶδες δὲ αὐτῆς οὐδέν, ἀλλὰ βαλβῖδι ξεστῇ εἴκασται. ἐν δὲ τῷ ἱερῷ τιμᾶσθαι μὲν ἄμφω τὼ Ἡρακλέε φασίν, ἀγάλματα δὲ αὐτοῖν οὐκ εἶναι, βωμοὺς δὲ τοῦ μὲν Αἰγυπτίου δύο χαλκοῦς καὶ ἀσήμους, ἕνα δὲ τοῦ Θηβαίουτὰς δὲ ὕδρας τε καὶ τὰς Διομήδους ἵππους καὶ τὰ δώδεκα Ἡρακλέους ἔργα ἐκτετυπῶσθαί φασι κἀνταῦθαλίθου ὄντα. Πυγμαλίωνος δὲ ἐλαία χρυσῆ, ἀνάκειται δὲ κἀκείνη ἐς τὸ Ἡράκλειον, ἀξία μέν, ὥς φασι, καὶ τοῦ θαλλοῦ θαυμάζειν, εἴκασται, θαυμάζεσθαι δ᾽ ἂν ἐπὶ τῷ καρπῷ μᾶλλον, βρύειν γὰρ αὐτὸν σμαράγδου λίθου. καὶ Τεύκρου τοῦ Τελαμωνίου ζωστῆρα χρυσοῦν φασι δείκνυσθαι, πῶς δὲ ἐς [p. 168] τὸν Ὠκεανὸν πλεύσαντος ἐφ᾽ τι, οὔτε αὐτὸς Δάμις ξυνιδεῖν φησιν οὔτε ἐκείνων ἀκοῦσαι. τὰς δὲ ἐν τῷ ἱερῷ στήλας χρυσοῦ μὲν πεποιῆσθαι καὶ ἀργύρου ξυντετηκότοιν ἐς ἓν χρῶμα, εἶναι δὲ αὐτὰς ὑπὲρ πῆχυν τετραγώνου τέχνης, ὥσπερ οἱ ἄκμονες, ἐπιγεγράφθαι δὲ τὰς κεφαλὰς οὔτε Αἰγυπτίοις οὔτε Ἰνδικοῖς γράμμασιν, οὔτε οἵοις ξυμβαλεῖν. δὲ Ἀπολλώνιος, ὡς οὐδὲν οἱ ἱερεῖς ἔφραζον, ‘οὐ ξυγχωρεῖ μοιἔφη Ἡρακλῆς Αἰγύπτιος μὴ οὐ λέγειν, ὁπόσα οἶδα: γῆς καὶ Ὠκεανοῦ ξύνδεσμοι αἵδε αἱ στῆλαί εἰσιν, ἐπεγράψατο δὲ αὐτὰς ἐκεῖνος ἐν Μοιρῶν οἴκῳ, ὡς μήτε νεῖκος τοῖς στοιχείοις ἐγγένοιτο μήτε ἀτιμάσειαν τὴν φιλότητα, ἣν ἀλλήλων ἴσχουσιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: