previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ ἐσεκλήθησαν, ‘ὑπὲρ μὲν τῆς ἐμαυτοῦ διανοίας’, εἶπεν ἄνδρες, ἀπολελόγημαι χθὲς Ἀπολλωνίῳ τῷ γενναίῳ’. ‘ἠκούσαμεν δ᾽ Δίωντῆς ἀπολογίας, καὶ νοῦν εἶχε’. ‘τήμερον δὲεἶπεν φίλε Δίων, ξυμφιλοσοφήσωμεν ὑπὲρ τῶν βεβουλευμένων, ἵν᾽ ὡς κάλλιστα καὶ κατὰ σωτηρίαν τῶν ἀνθρώπων πάντα πράττοιμι: ἐννοῶν γὰρ πρῶτον μὲν τὸν Τιβέριον, ὡς ἐς τὸ ἀπάνθρωπόν τε καὶ ὠμὸν τὴν ἀρχὴν μετέστησεν, εἶτα τὸν ἐπ᾽ ἐκείνῳ Γάιον, ὡς διονυσομανῶν καὶ λυδίζων τὴν στολὴν καὶ πολέμους νικῶν οὐκ ὄντας ἐς πάντα τὰ Ῥωμαίων αἰσχρῶς ἐβάκχευσεν, εἶτα τὸν χρηστὸν Κλαύδιον, ὡς ὑπὸ γυναίων ἡττηθεὶς ἐπελάθετο τοῦ ἄρχειν, ἀλλὰ καὶ τοῦ ζῆν, ἀπέθανε γὰρ ὑπ᾽ αὐτῶν, ὥς φασι, Νέρωνος δὲ τί ἂν καθαπτοίμην εἰπόντος Ἀπολλωνίου [p. 190] βραχὺν καὶ ἀθρόον λόγον περὶ ἀνέσεώς τε καὶ ἐπιτάσεως, αἷς Νέρων τὴν ἀρχὴν ᾔσχυνε; τί δ᾽ ἂν περὶ ὧν Γάλβας ξυνέταττεν, εἴποιμι, ὃς ἐπ᾽ ἀγορᾶς μέσης ἀπέθανεν ἡταιρημένους ἐσποιῶν ἑαυτῷ ἑαυτῷ παῖδας τὸν Ὄθωνα καὶ τὸν Πείσωνα; εἰ δὲ καὶ Βιτελίῳ τῷ πάντων ἀσελγεστάτῳ τὴν ἀρχὴν παραδοίημεν, ἀναβιῴη Νέρων: ὁρῶν οὖν, ἄνδρες, ὑφ᾽ ὧν εἶπον τυραννίδων διαβεβλημένον τὸ ἄρχειν ξυμβούλους ὑμᾶς ποιοῦμαι, πῶς ἂν διαθείμην αὐτὸ προσκεκρουκὸς ἤδη τοῖς ἀνθρώποις.’ πρὸς ταῦτα Ἀπολλώνιοςαὐλητὴςἔφητῶν πάνυ σοφῶν τοὺς ἑαυτοῦ μαθητὰς παρὰ τοὺς φαυλοτέρους τῶν αὐλητῶν ἔπεμπε μαθησομένους, πῶς δεῖ μὴ αὐλεῖν: τὸ μὲν δή, πῶς δεῖ μὴ ἄρχειν, μεμάθηκας, βασιλεῦ, παρὰ τούτων, οἳ πονηρῶς ἦρξαν, τὸ δ᾽, ὅπως δεῖ ἄρχειν, σπουδάσωμεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: