previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διαπαῦσαι δὲ Θεσπεσίων ῾ζητῶν᾽ τὰ τοιαῦταχαίρωἔφηἈπολλώνιε, ὅτι ἄχθῃ ὑπὲρ ὧν ἤκουσας: καὶ γὰρ ἂν καὶ ἡμῖν ξυγγιγνώσκοις ἀχθομένοις ὑπὲρ ὧν διέβαλες τὴν δεῦρο σοφίαν, οὐδὲ ἐς πεῖράν πω αὐτῆς ἀφιγμένος.’ δ᾽ ἐκπλαγεὶς μὲν ὑπὸ τοῦ λόγου πρὸς βραχὺ τῷ μηδ᾽ ἀκηκοέναι πω τὰ περὶ τὸν Θρασύβουλόν τε καὶ τὸν Εὐφράτην, ξυμβαλὼν δ᾽, ὥσπερ εἰώθει, τὸ γεγονὸςἸνδοὶ δέ’, εἶπεν Θεσπεσίων, οὐκ ἂν τοῦτο ἔπαθον, οὐδ᾽ ἂν προσέσχον Εὐφράτῃ καθιέντι ταῦτα, σοφοὶ γὰρ προγιγνώσκειν. ἐγὼ δὲ ἴδιον μὲν ἐμαυτοῦ πρὸς Εὐφράτην διηνέχθην οὐδέν, χρημάτων δὲ ἀπάγων αὐτὸν καὶ τοῦ μὴ ἐπαινεῖν τὸ ἐξ ἅπαντος κέρδος οὔτ᾽ ἐπιτήδεια ξυμβουλεύειν ἔδοξα οὔτε ἐκείνῳ δυνατά, καὶ ἔλεγχον δὲ ἡγεῖται ταῦτα καὶ οὐκ ἀνίησιν ἀεί τι κατ᾽ ἐμοῦ ξυντιθείς. ἐπεὶ δὲ πιθανὸς ὑμῖν ἔδοξε τοὐμὸν διαβάλλειν ἦθος, ἐνθυμεῖσθε, ὡς προτέρους ὑμᾶς ἐμοῦ διέβαλεν: ἐμοὶ γὰρ κίνδυνοι μὲν καὶ περὶ τὸν διαβεβλησόμενον οὐ σμικροὶ φαίνονται, μισήσεται γάρ που ἀδικῶν οὐδέν, ἐλεύθεροι δὲ κινδύνων οὐδ᾽ οἱ τῶν διαβολῶν ἀκροασόμενοι δοκοῦσιν, εἰ πρῶτον μὲν ἁλώσονται ψευδολογίαν τιμῶντες καὶ ἀξιοῦντες αὐτὴν ὧνπερ τὴν ἀλήθειαν, εἶτα κουφότητα καὶ εὐαγωγίανἡττᾶσθαι δὲ τούτων καὶ μειρακίῳ αἰσχρόνφθονεροί τε δόξουσι διδάσκαλον ἀκοῆς ἀδίκου ποιούμενοι τὸν φθόνον, αὐτοί τε μᾶλλον [p. 226] ἔνοχοι ταῖς διαβολαῖς, ἃς ἐφ᾽ ἑτέρων ἀληθεῖς ἡγοῦνται, αἱ γὰρ τῶν ἀνθρώπων φύσεις ἑτοιμότεραι δρᾶν, μὴ ἀπιστοῦσι. μὴ τυραννεύσειεν ἀνὴρ ἕτοιμος ταῦτα, μηδὲ προσταίη δήμου, τυραννὶς γὰρ καὶ δημοκρατία ὑπ᾽ αὐτοῦ ἔσται, μηδὲ δικάσειεν, ὑπὲρ μηδενὸς γὰρ γνώσεται, μηδὲ ναυκληρήσειεν, γὰρ ναῦς στασιάσει, μηδὲ ἄρξειε στρατοῦ, τὸ γὰρ ἀντίξοον εὖ πράξει, μηδὲ φιλοσοφήσειεν οὕτως ἔχων, οὐ γὰρ πρὸς τἀληθὲς δοξάσει. ὑμᾶς δὲ Εὐφράτης ἀφῄρηται καὶ τὸ σοφοὺς εἶναι, οὓς γὰρ ψεύδει ὑπηγάγετο, πῶς ἂν οὗτοι σοφίας αὑτοὺς ἀξιώσειαν, ἧς ἀπέστησαν τῷ τὰ μὴ πιθανὰ πείσαντι;’ διαπραΰνων δ᾽ αὐτὸν Θεσπεσίωνἅλις Εὐφράτουἔφηκαὶ μικροψύχων λόγων, καὶ γὰρ ἂν καὶ διαλλακταὶ γενοίμεθά σοι τε κἀκείνῳ, σοφὸν ἡγούμενοι καὶ τὸ διαιτᾶν σοφοῖς. πρὸς δὲ ὑμᾶς,’ εἶπετίς διαλλάξει με; χρὴ γάρ που καταψευσθέντα ἐκπεπολεμῶσθαι ὑπὲρ τοῦ ψεύδους.’ ‘ἐχέτω οὕτως δ᾽ Ἀπολλώνιοςκαὶ σπουδῆς ἁπτώμεθα, τουτὶ γὰρ ἡμᾶς διαλλάξει μᾶλλον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: