previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν δὴ Συρακούσιος ἀγασθεὶς αὐτὸν ὡς ὑπερφιλοσοφοῦντα, ταυτὶ γὰρ εἰπὼν ἀπῆλθεν, ἐχώρει ἐκ τοῦ δεσμωτηρίου, δ᾽ Ἀπολλώνιος ἰδὼν ἐς τὸν Δάμινξυνίηςἔφητοῦ Πύθωνος τούτου;’ ‘ξυνίημι μὲνεἶπεὑποκαθημένου τε καὶ ὑπαγομένου σε, τί δ᾽ Πύθων βούλεταί σοι καὶ τίς τοῦ ὀνόματος νοῦς, οὐκ οἶδα.’ ‘ἐγένετοἔφηΠύθων Βυζάντιος ἀγαθός, φασί, ῥήτωρ τὰ κακὰ πείθειν: οὗτος ὑπὲρ Φιλίππου τοῦ Αμύντου πρεσβεύων παρὰ τοὺς Ἕλληνας ὑπὲρ τῆς δουλείας αὐτῶν τοὺς μὲν ἄλλους εἴα, ἀλλ᾽ ἐν Ἀθηναίοις γε αὐτοῖς, ὅτε δὴ μάλιστά γε ῥητορικῇ ἔρρωντο, ἀδικεῖσθαί τε ὑπ᾽ αὐτῶν ἔφασκε τὸν Φίλιππον καὶ δεινὰ πράττειν Ἀθηναίους τὸ Ἑλληνικὸν ἐλευθεροῦντας. Πύθων ταῦτα ῾πολὺσ᾽ ῥέων, ὥς φασιν, ἀλλὰ Δημοσθένης Παιανιεὺς ἀντειπὼν θρασυνομένῳ μόνος, τὸ ἀνασχεῖν αὐτὸν τάττει ἐν τοῖς ἑαυτοῦ [p. 292] ἄθλοις. ἐγὼ δὲ τὸ μὴ ὑπαχθῆναι ἐς ἐδόκει τούτῳ οὐκ ἄν ποτε ἆθλον ἐμαυτοῦ φαίην, Πύθωνι δ᾽ αὐτὸν ταὐτὸν πράττειν ἔφην, ἐπειδὴ τυράννου τε μισθωτὸς ἀφίκετο καὶ ἀτόπων ξύμβουλος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: