previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὃν δὲ διέτριβεν ἐν τῷ ἱερῷ χρόνον, πολὺς δὲ οὗτος ἐγένετο, ἔστ᾽ ἂν ἀγγελθῇ τῷ βασιλεῖ ξένους ἥκειν, ‘ Δάμιἔφη Ἀπολλώνιος, ‘ἔστι τι γραφική;’ ‘εἴ γεεἶπεκαὶ ἀλήθεια.’ ‘πράττει δὲ τί τέχνη αὕτη;’ ‘τὰ χρώματαἔφηξυγκεράννυσιν, ὁπόσα ἐστί, τὰ κυανᾶ τοῖς βατραχείοις καὶ τὰ λευκὰ τοῖς μέλασι καὶ τὰ πυρσὰ τοῖς ὠχροῖς.’ ‘ταυτὶ δὲ δ᾽ ὃςὑπὲρ τίνος μίγνυσιν; οὐ γὰρ ὑπὲρ μόνου τοῦ ἄνθους, ὥσπερ αἱ κήριναι.’ ‘ὑπὲρ μιμήσεωςἔφηκαὶ τοῦ κύνα τε ἐξεικάσαι καὶ ἵππον καὶ ἄνθρωπον καὶ ναῦν καὶ ὁπόσα ὁρᾷ ἥλιος: ἤδη δὲ καὶ τὸν ἥλιον αὐτὸν ἐξεικάζει τοτὲ μὲν ἐπὶ τεττάρων ἵππων, οἷος ἐνταῦθα λέγεται φαίνεσθαι, τοτὲ δ᾽ αὖ καὶ διαπυρσεύοντα τοῦ οὐρανοῦ, ἐπειδὰν αἰθέρα ὑπογράφῃ καὶ θεῶν οἶκον.’ ‘μίμησις οὖν γραφική, Δάμι;’ ‘τί δὲ ἄλλο;’ εἶπενεἰ γὰρ μὴ τοῦτο πράττοι, γελοία δόξει χρώματα ποιοῦσα εὐήθως.’ ‘τὰ δ᾽ ἐν τῷ οὐρανῷἔφηβλεπόμενα, ἐπειδὰν αἱ νεφέλαι διασπασθῶσιν ἀπ᾽ ἀλλήλων, τοὺς κενταύρους καὶ τραγελάφους καὶ, νὴ Δί᾽, οἱ λύκοι τε καὶ οἱ ἵπποι, τί φήσεις; ἆρ᾽ οὐ μιμητικῆς εἶναι ἔργα;’ ‘ἔοικεν,’ ἔφη. ‘ζωγράφος οὖν θεός, Δάμι, καὶ καταλιπὼν τὸ πτηνὸν ἅρμα, ἐφ᾽ οὗ πορεύεται διακοσμῶν τὰ θεῖά τε καὶ ἀνθρώπεια, κάθηται τότε ἀθύρων τε καὶ γράφων ταῦτα, ὥσπερ οἱ παῖδες ἐν τῇ ψάμμῳ;’ ἠρυθρίασεν Δάμις ἐς οὕτως ἄτοπον ἐκπεσεῖν δόξαντος τοῦ λόγου. οὐχ ὑπεριδὼν οὖν αὐτὸν Ἀπολλώνιος, οὐδὲ γὰρ πικρὸς πρὸς τὰς ἐλέγξεις ἦν, ‘ἀλλὰ μὴ τοῦτοἔφηβούλει λέγειν, Δάμι, τὸ ταῦτα μὲν ἄσημά τε καὶ ὡς ἔτυχε [p. 65] διὰ τοῦ οὐρανοῦ φέρεσθαι τόγε ἐπὶ τῷ θεῷ, ἡμᾶς δὲ φύσει τὸ μιμητικὸν ἔχοντας ἀναρρυθμίζειν τε αὐτὰ καὶ ποιεῖν;’ ‘μᾶλλονἔφητοῦτο ἡγώμεθα, Ἀπολλώνιε, πιθανώτερον γὰρ καὶ πολλῷ βέλτιον.’ ‘διττὴ ἄρα μιμητική, Δάμι, καὶ τὴν μὲν ἡγώμεθα οἵαν τῇ χειρὶ ἀπομιμεῖσθαι καὶ τῷ νῷ, γραφικὴν δὲ εἶναι ταύτην, τὴν δ᾽ αὖ μόνῳ τῷ νῷ εἰκάζειν.’ ‘οὐ διττήν,’ ἔφη Δάμιςἀλλὰ τὴν μὲν τελεωτέραν ἡγεῖσθαι προσήκει γραφικήν γε οὖσαν, δύναται καὶ τῷ νῷ καὶ τῇ χειρὶ ἐξεικάσαι, τὴν δὲ ἑτέραν ἐκείνης μόριον, ἐπειδὴ ξυνίησι μὲν καὶ μιμεῖται τῷ νῷ καὶ μὴ γραφικός τις ὤν, τῇ χειρὶ δὲ οὐκ ἂν ἐς τὸ γράφειν αὐτὰ χρήσαιτο.’ ‘ἆρα,’ ἔφη Δάμι, πεπηρωμένος τὴν χεῖρα ὑπὸ πληγῆς τινος νόσου;’ ‘μὰ Δί᾽εἶπενἀλλ᾽ ὑπὸ τοῦ μήτε γραφίδος τινὸς ἧφθαι, μήτε ὀργάνου τινὸς χρώματος, ἀλλ᾽ ἀμαθῶς ἔχειν τοῦ γράφειν.’ ‘οὐκοῦν,’ ἔφη Δάμι, ἄμφω ὁμολογοῦμεν μιμητικὴν μὲν ἐκ φύσεως τοῖς ἀνθρώποις ἥκειν, τὴν γραφικὴν δὲ ἐκ τέχνης. τουτὶ δ᾽ ἂν καὶ περὶ τὴν πλαστικὴν φαίνοιτο. τὴν δὲ δὴ ζωγραφίαν αὐτὴν οὔ μοι δοκεῖς μόνον τὴν διὰ τῶν χρωμάτων ἡγεῖσθαι, καὶ γὰρ ἓν χρῶμα ἐς αὐτὴν ἤρκεσε τοῖς γε ἀρχαιοτέροις τῶν γραφέων καὶ προϊοῦσα τεττάρων εἶτα πλειόνων ἥψατο, ἀλλὰ καὶ γραμμὴν καὶ τὸ ἄνευ χρώματος, δὴ σκιᾶς τε ξύγκειται καὶ φωτός, ζωγραφίαν προσήκει καλεῖν: καὶ γὰρ ἐν αὐτοῖς ὁμοιότης τε ὁρᾶται εἶδός τε καὶ νοῦς καὶ αἰδὼς καὶ θρασύτης, καίτοι χηρεύει χρωμάτων ταῦτα, καὶ οὔτε αἷμα ἐνσημαίνει οὔτε κόμης τινὸς ὑπήνης ἄνθος, ἀλλὰ μονοτρόπως ξυντιθέμενα τῷ τε ξανθῷ ἀνθρώπῳ ἔοικε καὶ τῷ λευκῷ, κἂν τούτων τινὰ τῶν Ἰνδῶν λευκῇ τῇ γραμμῇ γράψωμεν, [p. 66] μέλας δήπου δόξει, τὸ γὰρ ὑπόσιμον τῆς ῥινὸς καὶ οἱ ὀρθοὶ βόστρυχοι καὶ περιττὴ γένυς καὶ περὶ τοῖς ὀφθαλμοῖς οἷον ἔκπληξις μελαίνει τὰ ὁρώμενα καὶ Ἰνδὸν ὑπογράφει τοῖς γε μὴ ἀνοήτως ὁρῶσιν. ὅθεν εἴποιμ᾽ ἂν καὶ τοὺς ὁρῶντας τὰ τῆς γραφικῆς ἔργα μιμητικῆς δεῖσθαι: οὐ γὰρ ἂν ἐπαινέσειέ τις τὸν γεγραμμένον ἵππον ταῦρον μὴ τὸ ζῷον ἐνθυμηθείς, εἴκασται, οὐδ᾽ ἂν τὸν Αἴαντά τις τὸν Τιμομάχου ἀγασθείη, ὃς δὴ ἀναγέγραπται αὐτῷ μεμηνώς, εἰ μὴ ἀναλάβοι τι ἐς τὸν νοῦν Αἴαντος εἴδωλον καὶ ὡς εἰκὸς αὐτὸν ἀπεκτονότα τὰ ἐν τῇ Τροίᾳ βουκόλια καθῆσθαι ἀπειρηκότα, βουλὴν ποιούμενον καὶ ἑαυτὸν κτεῖναι. ταυτὶ δέ, Δάμι, τὰ τοῦ Πώρου δαίδαλα μήτε χαλκευτικῆς μόνον ἀποφαινώμεθα, γεγραμμένοις γὰρ εἴκασται, μήτε γραφικῆς, ἐπειδὴ ἐχαλκεύθη, ἀλλ᾽ ἡγώμεθα σοφίσασθαι αὐτὰ γραφικόν τε καὶ χαλκευτικὸν ἕνα ἄνδρα, οἷον δή τι παρ᾽ Ὁμήρῳ τὸ τοῦ Ἡφαίστου περὶ τὴν τοῦ Ἀχιλλέως ἀσπίδα ἀναφαίνεται. μεστὰ γὰρ καὶ ταῦτα ὀλλύντων τε καὶ ὀλλυμένων, καὶ τὴν γῆν ᾑματῶσθαι φήσεις χαλκῆν οὖσαν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: