previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κτησιφῶντα δὲ ὑπερβαλὼν καὶ παριὼν ἐς τὰ Βαβυλῶνος ὅρια φρουρὰ μὲν αὐτόθι ἦν ἐκ βασιλέως, ἣν οὐκ ἂν παρῆλθέ τις μὴ οὐκ ἐρωτηθεὶς ἑαυτόν τε καὶ πόλιν καὶ ἐφ᾽ τι ἥκοι. σατράπης δὲ τῇ φρουρᾷ ταύτῃ ἐπετέτακτο, βασιλέως τις, οἶμαι, ὀφθαλμός, γὰρ Μῆδος ἄρτι ἐς τὸ ἄρχειν ἥκων οὐ ξυνεχώρει ἑαυτῷ ἀδεῶς ζῆν, ἀλλὰ ὄντα τε καὶ οὐκ ὄντα δεδιὼς ἐς φόβους κατεπεπτώκει καὶ πτοίας. ἄγονται τοίνυν [p. 22] παρὰ τὸν σατράπην Ἀπολλώνιός τε καὶ οἱ ἀμφ᾽ αὐτόν, δὲ ἔτυχε μὲν σκηνὴν ἐφ᾽ ἁρμαμάξης πεποιημένος καὶ ἐξελαύνων ποι, ἰδὼν δὲ ἄνδρα αὐχμοῦ πλέων ἀνέκραγέ τε ὥσπερ τὰ δειλὰ τῶν γυναίων καὶ ξυνεκαλύψατο, μόγις τε ἀναβλέψας ἐς αὐτόν, ‘πόθεν ἡμῖν ἐπιπεμφθεὶς ἥκεις;’ οἷον δαίμονα ἠρώτα. δὲὑπ᾽ ἐμαυτοῦ,’ ἔφηεἴ πη καὶ ἄκοντες ἄνδρες γένοισθε.’ πάλιν ἤρετο, ὅστις ὢν ἐσφοιτᾷ τὴν βασιλέως χώραν, δὲἐμὴἔφηπᾶσα γῆ καὶ ἀνεῖταί μοι δι᾽ αὐτῆς πορεύεσθαι.’ τοῦ δὲβασανιῶ σε,’ εἰπόντοςεἰ μὴ λέγοις’, ‘εἰ γὰρ ταῖς σαυτοῦ χερσίν,’ εἶπενὡς αὐτὸς βασανισθείης, θιγὼν ἀνδρός.’ ἐκπλαγεὶς δὲ αὐτὸν εὐνοῦχος, ἐπεὶ μηδὲ ἑρμηνέως ἑώρα δεόμενον, ἀλλ᾽ ὑπολαμβάνοντα τὴν φωνὴν ἀλύπως τε καὶ εὐκόλωςπρὸς θεῶνεἶπετίς εἶ;’ λιπαρῶν ἤδη καὶ μεταβαλὼν τοῦ τόνου. ὑπολαβὼν δὲ Ἀπολλώνιοςἐπειδὴ μετρίωςἔφηταῦτα καὶ οὐκ ἀπανθρώπως ἤρου, ἄκουε, ὅς εἰμι: εἰμὶ μὲν Τυανεὺς Ἀπολλώνιος, δὲ ὁδὸς παρὰ τὸν Ἰνδῶν βασιλέα καθ᾽ ἱστορίαν τῶν ἐκεῖ, βουλοίμην δ᾽ ἂν καὶ τῷ σῷ βασιλεῖ ἐντυχεῖν: φασὶ γὰρ αὐτὸν οἱ ξυγγεγονότες οὐ τῶν φαύλων εἶναι, εἰ δὴ Οὐαρδάνης οὗτος, τὴν ἀρχὴν ἀπολωλυῖάν ποτ᾽ αὐτῷ νῦν ἀνακεκτημένος.’ ‘ἐκεῖνος,’ ἔφηθεῖε Ἀπολλώνιε: πάλαι γάρ σε ἠκούομεν. σοφῷ δὲ ἀνδρὶ κἂν αὐτοῦ παραχωρήσειε τοῦ χρυσοῦ θρόνου καὶ πέμποι δ᾽ ἂν ὑμᾶς ἐς Ἰνδοὺς ἐπὶ καμήλου ἕκαστον. ἐγὼ δὲ καὶ ξένον ἐμαυτοῦ ποιοῦμαί σε καὶ δίδωμί σοι τούτων τῶν χρημάτων,’ ἅμα θησαυρὸν χρυσοῦ δείξαςὁπόσα βούλει δράττεσθαι, καὶ μὴ ἐς ἅπαξ, ἀλλὰ δεκάκις.’ παραιτησαμένου δὲ αὐτοῦ τὰ χρήματασὺ δ᾽ ἀλλὰ οἴνουἔφηΒαβυλωνίου, [p. 23] προπίνει δὲ αὐτοῦ βασιλεὺς δέκα ἡμῖν σατράπαις, ἀμφορέα ἔχε, συῶν τε καὶ δορκάδων τεμάχη ὀπτὰ ἄλευρά τε καὶ ἄρτους καὶ τι ἐθέλεις. γὰρ μετὰ ταῦτα ὁδὸς ἐπὶ πολλὰ στάδια κῶμαί εἰσιν οὐ πάνυ εὔσιτοι.’ καὶ λαβόμενος ἑαυτοῦ εὐνοῦχος, ‘οἷον,’ ἔφη θεοί, ἔπαθον: ἀκούων γὰρ τὸν ἄνδρα μήτ᾽ ἀπὸ ζῴων σιτεῖσθαι μήτε οἴνου πίνειν, παχέως αὐτὸν καὶ ἀμαθῶς ἑστιῶ.’ ‘ἀλλ᾽ ἔστι σοιἔφηκαὶ λεπτῶς με ἑστιᾶν, ἢν ἄρτους τε δῷς καὶ τραγήματα.’ ‘δώσωἔφηζυμίτας τε ἄρτους καὶ φοίνικος βαλάνους ἠλεκτρώδεις τε καὶ μεγάλας. δώσω καὶ λάχανα, ὁπόσα Τίγρις κηπεύει.’ ‘ἀλλ᾽ ἡδίωεἶπεν Ἀπολλώνιοςτὰ ἄγρια καὶ αὐτόματα λάχανα τῶν ἠναγκασμένων καὶ τεχνητῶν.’ ‘ἡδίω μέν,’ ἔφη σατράπης χώρα δὲ ἡμῖν ἐπὶ Βαβυλῶνος ἀψινθίου πλήρης οὖσα ἀηδῆ αὐτὰ φύει καὶ πικρά.’ πλὴν ἀλλὰ τοῦ σατράπου γε ἀπεδέξατο, καὶ ἀπιὼν ἤδη λῷστε,’ ἔφημὴ λῆγε μόνον καλῶς, ἀλλὰ καὶ ἄρχουνουθετῶν που αὐτὸν ἐπὶ τῷβασανιῶ σε,’ καὶ οἷς ἐν ἀρχῇ βαρβαρίζοντος ἤκουσε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: