previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διαλέξεις δὲ τῷ Ἀπολλωνίῳ περὶ τῶν ἐκεῖ παραπεσόντων Δάμις πλείους μὲν γενέσθαι φησίν, ἀξίας δὲ τοῦ ἀναγράψαι τάσδε: καθημένων ποτὲ αὐτῶν ἐς τὸ Ἡράκλειον ἀναγελάσας Μένιππος, ἀναμέμνητο δὲ ἄρα τοῦ Νέρωνοςτίἔφητὸν γενναῖον ἡγώμεθα; τίναςἔφηἐστεφανῶσθαι τῶν ἀγώνων; τοὺς δὲ βελτίστους Ἕλληνας οὐ ξὺν ὅλῳ γέλωτι φοιτᾶν ἐς τὰς πανηγύρεις;’ δὲ Ἀπολλώνιος [p. 169]ὡς μὲν ἐγὼἔφηΤελεσίνου ἤκουον, δέδιεν χρηστὸς Νέρων τὰς Ἠλείων μάστιγας: παρακελευομένων γὰρ αὐτῷ τῶν κολάκων νικᾶν τὰ Ὀλύμπια καὶ ἀνακηρύττειν τὴν Ῥώμηνἤν γεἔφημὴ βασκήνωσιν Ἠλεῖοι, λέγονται γὰρ μαστιγοῦν καὶ φρονεῖν ὑπὲρ ἐμέ’, πολλὰ δὲ καὶ ἄλλα ἀνοητότερα τούτων προανεφώνησεν. ἐγὼ δὲ νικήσειν μὲν Νέρωνα ἐν Ὀλυμπίᾳ φημί, τίς γὰρ οὕτω θρασύς, ὡς ἐναντίαν θέσθαι; Ὀλύμπια δὲ οὐ νικήσειν, ἅτε μηδὲ ἐν ὥρᾳ ἄγουσι: πατρίου μὲν γὰρ τοῖς Ὀλυμπίοις τοῦ πέρυσιν ἐνιαυτοῦ ὄντος ἐκέλευσε τοὺς Ἠλείους Νέρων ἀναβαλέσθαι αὐτὰ ἐς τὴν ἑαυτοῦ ἐπιδημίαν, ὡς ἐκείνῳ μᾶλλον τῷ Διὶ θύσοντας: τραγῳδίαν δ᾽ ἐπαγγεῖλαι καὶ κιθαρῳδίαν ἀνδράσιν, οἷς μήτε θέατρόν ἐστι μήτε σκηνὴ πρὸς τὰ τοιαῦτα, στάδιον δὲ αὐτοφυὲς καὶ γυμνὰ πάντα, τὸν δὲ νικᾶν, χρὴ ἐγκαλύπτεσθαι, καὶ τὴν Αὐγούστου τε καὶ Ἰουλίου σκευὴν ῥίψαντα μεταμφιέννυσθαι νῦν τὴν Ἀμοιβέως καὶ Τερπνοῦ τί φήσεις; καὶ τὰ μὲν Κρέοντός τε καὶ Οἰδίποδος οὕτως ἐξακριβοῦν, ὡς δεδιέναι, μή πη λάθῃ ἁμαρτὼν θύρας στολῆς σκήπτρου, ἑαυτοῦ δὲ καὶ Ῥωμαίων οὕτως ἐκπίπτειν, ὡς ἀντὶ τοῦ νομοθετεῖν νόμους ᾄδειν καὶ ἀγείρειν ἔξω θυρῶν, ὧν ἔσω χρὴ καθῆσθαι τὸν βασιλέα χρηματίζοντα ὑπὲρ γῆς καὶ θαλάττης; εἰσίν, Μένιππε, τραγῳδοὶ πλείους, ἐς οὓς Νέρων ἑαυτὸν γράφει: τί οὖν; εἴ τις αὐτῶν μετὰ τὸν Οἰνόμαον τὸν Κρεσφόντην ἀπελθὼν τοῦ θεάτρου μεστὸς οὕτω τοῦ προσωπείου γένοιτο, ὡς ἄρχειν μὲν ἑτέρων βούλεσθαι, τύραννον δὲ αὑτὸν ἡγεῖσθαι, τί καὶ φήσεις τοῦτον; ἆρ᾽ οὐκ ἐλλεβόρου δεῖσθαι καὶ φαρμακοποσίας, ὁπόση τοὺς νοῦς ἐκκαθαίρει; εἰ δ᾽ αὐτὸς τυραννεύων ἐς τραγῳδοὺς [p. 170] καὶ τεχνίτας τὰ πράγματα ἑαυτοῦ ἄγοι λεαίνων τὴν φωνὴν καὶ δεδιὼς τὸν Ἠλεῖον τὸν Δελφόν, μὴ δεδιὼς μέν, κακῶς δὲ οὕτως ὑποκρινόμενος τὴν ἑαυτοῦ τέχνην, ὡς μὴ μαστιγώσεσθαι νομίζειν πρὸς τούτων, ὧν αὐτὸς ἄρχειν τέτακται, τί τοὺς κακοδαίμονας ἀνθρώπους ἐρεῖς ὑπὸ τοιούτῳ καθάρματι ζῶντας; τοῖς δὲ Ἕλλησι τίνα ἡγῇ, Μένιππε; πότερα Ξέρξην καταπιμπράντα Νέρωνα ᾄδοντα; εἰ γὰρ ἐνθυμηθείης τὴν ἀγοράν, ἣν ἐς τὰς ἐκείνου ᾠδὰς ξυμφέρουσι, καὶ ὡς ἐξωθοῦνται τῶν οἰκιῶν καὶ ὡς οὐκ ἔξεστι σπουδαῖον οὐδὲν σκεῦος ἀνδράποδον αὐτοῖς πεπᾶσθαι, περὶ γυναίοις τε καὶ παισὶν ὡς δεινὰ πείσονται τὰς ἐπιρρήτους ἡδονὰς ἐξ ἁπάσης οἰκίας ἐκλέγοντος τοῦ Νέρωνος, δίκαι τε ὡς πολλαὶ ἀναφύσονται καὶ τὰς μὲν ἄλλας ἔα, τὰς δὲ ἐπὶ τοῖς θεάτροις καὶ ταῖς ᾠδαῖς: οὐκ ἦλθες ἀκροασόμενος Νέρωνος παρῆσθα μέν, ῥᾳθύμως δὲ ἠκροῶ ἐγέλας οὐκ ἐκρότησας οὐκ ἔθυσας ὑπὲρ τῆς φωνῆς, ἵνα Πυθῶδε λαμπροτέρα ἔλθοι, πολλαί σοι δόξουσι θεατῶν Ἰλιάδες περὶ τοὺς Ἕλληνας εἶναι. τὸ γὰρ τετμήσεσθαι τὸν Ἰσθμὸν οὐ τετμήσεσθαι, τέμνεται δέ, ὥς φασι, νῦν, πάλαι προὔμαθον θεοῦ φήναντος.’ ὑπολαβὼν οὖν Δάμις, ‘ἀλλ᾽ ἔμοιγε’, ἔφη Ἀπολλώνιε, τὸ περὶ τὴν τομὴν ἔργον ὑπερφωνεῖν δοκεῖ τὰ Νέρωνος πάντα, γὰρ διάνοια ὁρᾷς, ὡς μεγάλη.’ ‘δοκεῖ μὲνἔφηκἀμοί, Δάμι, τὸ δὲ ἀτελὲς αὐτῆς διαβάλλει αὐτόν, ὡς ἀτελῆ μὲν ᾄδοντα, ἀτελῆ δὲ ὀρύττοντα. τά τοι Ξέρξου ἀναλεγόμενος ἐπαινῶ τὸν ἄνδρα, οὐχ ὅτι τὸν Ἑλλήσποντον ἔζευξεν, ἀλλ᾽ ὅτι διέβη αὐτόν, Νέρωνα δὲ οὔτε πλευσούμενον διὰ τοῦ Ἰσθμοῦ ὁρῶ οὔτε ἐς τέρμα τῆς ὀρυχῆς ἥξοντα, δοκεῖ δέ μοι καὶ φόβον [p. 171] μεστὸς ἀναχωρῆσαι τῆς Ἑλλάδος, εἰ μὴ ἀλήθεια ἀπόλωλεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: