previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προσιόντων δὲ τῷ Ἀπολλωνίῳ πλειόνων ἔνδον καὶ ὀλοφυρομένων τοιαῦτα, πεντήκοντα γάρ που εἶναι οἱ ἐν τῷ δεσμωτηρίῳ τούτῳ καὶ οἱ μὲν νοσεῖν αὐτῶν, οἱ δὲ ἀθύμως παρεῖσθαι, οἱ δὲ ἐγκαρτερεῖν τὸν θάνατον, οἱ δ᾽ ἐπιβοᾶσθαι τέκνα καὶ γονέας τοὺς αὐτῶν καὶ γάμους Δάμι,’ ἔφηδοκοῦσί μοι τοῦ φαρμάκου δεῖσθαι οἱ ἄνδρες, οὗ καταρχὰς ἐπεμνήσθην. εἴτ᾽ οὖν Αἰγύπτιον τοῦτο, εἴτ᾽ ἐν πάσῃ [p. 280] τῇ γῇ φύεται ῥιζοτομούσης αὐτὸ σοφίας ἐκ τῶν ἑαυτῆς κήπων, προσδῶμεν αὐτοῦ τοῖς ἀθλίοις τούτοις, μὴ προανέλῃ σφᾶς γνώμη.’ ‘προσδῶμεν δ᾽ ὃς Δάμιςἐοίκασι γὰρ δεομένοις.’ ξυγκαλέσας οὖν αὐτοὺς Ἀπολλώνιοςἄνδρες,’ εἶπενοἱ κοινωνοῦντες ἐμοὶ ταυτησὶ τῆς στέγης, ἐλεῶ ὑμᾶς, ὡς ὑφ᾽ αὑτῶν ἀπόλλυσθε, οὔπω εἰδότες, εἰ κατηγορία ἀπολεῖ ὑμᾶς: δοκεῖτε γάρ μοι προαποκτιννύντες αὑτοὺς τοῦ καταψηφισθέντος ἂν ὑμῶν, ὡς οἴεσθε, θανάτου, καὶ θαρρεῖν μὲν δέδιτε, δεδιέναι δ᾽ θαρρεῖτε. οὐ μὴν προσήκει γε, ἀλλ᾽ ἐνθυμηθέντας τὸν Ἀρχιλόχου τοῦ Παρίου λόγον, ὃς τὴν ἐπὶ τοῖς λυπηροῖς καρτερίαν τλημοσύνην καλῶν θεῶν αὐτήν φησιν ῾εἶναἰ εὕρημα οὖσαν, ἀναφέρειν τῶν σχετλίων τούτων, ὥσπερ οἱ τέχνῃ τοῦ ῥοθίου ὑπεραίροντες, ἐπειδὰν τὸ κῦμα ὑπὲρ τὴν ναῦν ἱστῆται, μηδ᾽ ἡγεῖσθαι χαλεπὰ ταῦτα, ἐφ᾽ ὑμεῖς μὲν ἄκοντες, ἐγὼ δὲ ἑκὼν ἥκω. εἰ μὲν γὰρ ξυντίθεσθε ταῖς αἰτίαις, ὀλοφυρτέα ἡμέρα μᾶλλον, ἐν λογισμὸς ἐς ἄδικά τε καὶ ὠμὰ ὁρμήσας ὑμᾶς ἔσφηλεν, εἰ δ᾽ οὔτε σὺ τὴν ἐν τῷ Ἀχελῴῳ νῆσον ὑπὲρ ὧν κατήγορός φησιν ἐρεῖς ᾠκηκέναι, οὔτε σὺ τὸν σεαυτοῦ πλοῦτον ἔφεδρόν ποτε τῇ βασιλείᾳ στήσασθαι, οὔθ᾽ ἑκὼν σὺ τοῦ μὴ πρὸς Ἀθηνᾶς δοκεῖν ἀφῃρῆσθαι τὸν ἄρχοντα, οὔθ᾽ ὑπὲρ ὧν ἀφῖχθε κινδυνεύων ἕκαστος, ἀληθῆ ταῦτα εἶναι φήσει, τί βούλεταίφησιν ὑπὲρ τῶν οὐκ ὄντων θρῆνος οὗτος; ὅσῳ γὰρ τοὺς οἰκειοτάτους ἐπιβοᾶσθε, τοσῷδε χρὴ ἐρρῶσθαι μᾶλλον, ἆθλα γάρ που τῆς τλημοσύνης ταύτης ἐκεῖνα. τὸ καθεῖρχθαι δεῦρο δεινὸν εἶναί φατε καὶ τὸ ἐν τῷ δεσμωτηρίῳ ζῆν; ἀρχὴν ὧν πείσεσθαι ἡγεῖσθε; καὶ καθ᾽ αὑτὸ τιμωρίαν, εἰ καὶ μηδὲν ἐπ᾽ αὐτῷ [p. 281] πάθοιτε; ἀλλ᾽ ἔγωγε τὴν ἀνθρωπείαν εἰδὼς φύσιν ἀναδιδάξω λόγον ὑμᾶς οὐδὲν ἐοικότα τοῖς τῶν ἰατρῶν σιτίοις, καὶ γὰρ ἰσχὺν ἐντίθησι καὶ ἀποθανεῖν οὐκ ἐάσει: οἱ ἄνθρωποι ἐν δεσμωτηρίῳ ἐσμὲν τὸν χρόνον τοῦτον, ὃς δὴ ὠνόμασται βίος: αὕτη γὰρ ψυχὴ σώματι φθαρτῷ ἐνδεθεῖσα πολλὰ μὲν καρτερεῖ, δουλεύει δὲ πᾶσιν, ὁπόσα ἐπ᾽ ἄνθρωπον φοιτᾷ, οἰκία τε οἷς ἐπενοήθη πρῶτον, ἀγνοῆσαί μοι δοκοῦσιν ἄλλο δεσμωτήριον αὑτοῖς περιβάλλοντες, καὶ γὰρ δὴ καὶ ὁπόσοι τὰ βασίλεια οἰκοῦσιν, ἀσφαλῶς ἐν αὐτοῖς κατεσκευασμένοι, δεδέσθαι μᾶλλον τούτους ἡγώμεθα οὓς αὐτοὶ δήσουσι. πόλεις δ᾽ ἐνθυμουμένῳ μοι καὶ τείχη δοκεῖ ταῦτα δεσμωτήρια εἶναι κοινά, ὡς δεδέσθαι μὲν ἀγοράζοντας, δεδέσθαι δὲ ἐκκλησιάζοντας καὶ θεωμένους αὖ καὶ πομπὰς πέμποντας. καὶ Σκυθῶν ὁπόσοι ἁμαξεύουσιν, οὐ μεῖον ἡμῶν δέδενται, Ἴστροι τε γὰρ αὐτοὺς ὁρίζουσι καὶ Θερμώδοντες καὶ Τανάιδες οὐ ῥᾴδιοι ποταμοὶ ὑπερβῆναι, ἢν μὴ ὑπὸ τοῦ κρυμοῦ στῶσιν, οἰκίας τε ἐπὶ τῶν ἁμαξῶν πέπανται καὶ φέρονται μέν, ἀλλ᾽ ἐν αὐταῖς ἐπτηχότες. εἰ δὲ μὴ μειρακιώδης λόγος, φασὶ καὶ τὸν Ὠκεανὸν δεσμοῦ ἕνεκα τῇ γῇ περιβεβλῆσθαι. ἴτε, ποιηταί, ταυτὶ γὰρ ὑμέτερα, καὶ ῥαψῳδεῖτε πρὸς τούτους τοὺς ἀθύμους, ὡς Κρόνος μέν ποτε ἐδέθη βουλαῖς τοῦ Διός, Ἄρης δὲ πολεμικώτατος ἐν οὐρανῷ μὲν ὑπὸ Ἡφαίστου πρότερον, ἐν γῇ δὲ ὑπὸ τῶν τοῦ Ἀλωέως. ταῦτ᾽ ἐνθυμούμενοι καὶ πολλοὺς τῶν σοφῶν τε καὶ μακαρίων ἀνδρῶν, οὓς δῆμοι ἀσελγεῖς ἔδησαν, τυραννίδες δὲ προὐπηλάκισαν, δεχώμεθα καὶ ταῦτα, ὡς μὴ τῶν δεξαμένων αὐτὰ λειποίμεθα.’ οὕτω τοὺς ἐν τῷ δεσμωτηρίῳ τὰ ῥηθέντα μετέβαλεν, ὡς σίτου τε οἱ πολλοὶ ἅψασθαι [p. 282] καὶ ἀπελθεῖν τῶν δακρύων βῆναί τε ἐπ᾽ ἐλπίδος μηδ᾽ ἂν παθεῖν μηδὲν ἐκείνῳ ξυνόντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: