previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προελθόντες δὲ εἴκοσι στάδια λεαίνῃ ἐντυγχάνουσιν ἀπεσφαγμένῃ ἐν θήρᾳ, καὶ ἦν τὸ θηρίον μέγα καὶ ὅσον οὔπω εἶδον, ἐβόων τε οἱ ἐκ τῆς κώμης συνερρυηκότες, καί, νὴ Δί᾽, οἱ τεθηρακότες, ὥς τι μέγα θαῦμα ἐν αὐτῷ ὁρῶντες: καὶ ἦν ἀτεχνῶς θαῦμα: σκύμνους γὰρ ἀνατμηθεῖσα ὀκτὼ εἶχεν. δὲ τῆς λεαίνης τόκος, αἱ λέαιναι μηνῶν μὲν κυΐσκουσιν ἕξ, τρὶς δὲ ἀποτίκτουσιν, ἀριθμὸς δὲ τῶν σκύμνων παρὰ μὲν τὴν πρώτην τρεῖς, ἐπὶ δὲ τῆς δευτέρας δύο, τρίτου δὲ ἁπτομένη τόκου μονήρη σκύμνον ἀποτίκτει μέγαν, οἶμαι, καὶ ἀγριώτερον τῆς φύσεως. οὐ γὰρ προσεκτέα τοῖς λέγουσιν, ὡς ξήναντες οἱ [p. 24] σκύμνοι τὰς τῶν λεαινῶν μήτρας ἐκδίδονται τοῦ σπλάγχνου. δοκεῖ γὰρ τῇ φύσει τῷ τικτομένῳ πρὸς τὸ τίκτον ἐπιτήδεια εἶναι ὑπὲρ σωτηρίας τοῦ γένους. ἐνιδὼν οὖν Ἀπολλώνιος τῷ θηρίῳ καὶ πολὺν χρόνον ἐπισχὼν Δάμι,’ ἔφη χρόνος τῆς παρὰ βασιλέα ἀποδημίας ἐνιαυτοῦ ἔσται καὶ μηνῶν ὀκτώ, οὔτε γὰρ ἐκεῖνος ἀνήσει θᾶττον, οὔτε ὑμῖν λῷον ἀπελθεῖν πρὸ τούτου. τεκμαίρεσθαι δὲ χρὴ τῶν μὲν σκύμνων ἐς μῆνας, τῆς λεαίνης δὲ ἐς ἐνιαυτόν, τέλεια γὰρ τελείοις παραβλητέα.’ ‘οἱ δὲ δὴ στρουθοὶἔφη Δάμιςοἱ παρὰ τῷ Ὁμήρῳ τί φήσουσιν, οὓς δράκων μὲν ἐν τῇ Αὐλίδι ἐδαίσατο ὀκτὼ ὄντας ἐννάτην ἐπ᾽ αὐτοῖς τὴν μητέρα ἑλών; Κάλχας δ᾽ ἐξηγούμενος ταῦτα ἐννέα ἐνιαυτοῖς ἀνεῖπε καταπολεμήσεσθαι τὴν Τροίαν: καὶ ὅρα μὴ καθ᾽ Ὅμηρόν τε καὶ Κάλχαντα ἐς ἐννέα ἡμῖν ἔτη ἀποδημία τείνῃ.’ ‘καὶ εἰκότως,’ ἔφη Δάμι, καὶ τοὺς νεοττοὺς Ὅμηρος ἐνιαυτοῖς εἰκάζει, γεγόνασι γὰρ ἤδη καί εἰσιν, ἐγὼ δὲ ἀτελῆ θηρία καὶ μήπω γεγονότα, ἴσως δὲ μηδ᾽ ἂν γενόμενα, πῶς ἂν ἐνιαυτοῖς εἰκάζοιμι; τὰ γὰρ παρὰ φύσιν οὔτ᾽ ἂν γένοιτο, ταχεῖάν τε ἴσχει διαφθοράν, κἂν γένηται. ἀλλ᾽ ἕπου δὴ τῷ λόγῳ, καὶ ἴωμεν εὐξόμενοι τοῖς θεοῖς, οἳ ταῦτα φαίνουσι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: