previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τότε ἀναβοήσας Δημήτριοςἐγὼ μὲν ᾤμην σεσωσμένον ἀφῖχθαί σε, σοὶ δ᾽ ἀρχὴ κινδύνων ταῦτα, ξυλλήψεται γάρ σε καταγγελλόμενον καὶ πάσης ἀποστροφῆς εἰργόμενον.’ [p. 330] δ᾽ ἐρρῶσθαι τῷ Δημητρίου δέει φράζωνεἰ γὰρ καὶ ὑμεῖςεἶπενὧδε αὐτῷ εὐάλωτοι ἦτε: ἀλλ᾽ ὅπως μὲν τἀκείνου νῦν ἔχει, ἐγὼ οἶδα: κολακευόντων γὰρ ἀεὶ λόγων ἀκροατὴς γιγνόμενος νῦν ἐπιπληττόντων ἠκρόαται, ῥήγνυνται δ᾽ ὑπὸ τῶν τοιούτων αἱ τύραννοι φύσεις καὶ περὶ ταῦτα χολῶσιν. ἐμοὶ δὲ ἀναπαύλης δεῖ γόνυ οὔπω κάμψαντι ἐκ τοῦ ἄθλου.’ καὶ Δάμιςἐγώ, Δημήριε, διεκείμην μὲν οὕτωςἔφηπρὸς τὰ τοῦδε τοῦ ἀνδρὸς πράγματα, ὡς καὶ τῆς ὁδοῦ ταύτης ἀπάγειν αὐτόν, ἐφ᾽ ἧς ἥκει, ξυνεβούλευες δέ που καὶ σὺ ταῦτα, ὡς μὴ ἐς κινδύνους ἑκουσίους τε καὶ χαλεποὺς ἴοι, ἐπεὶ δ᾽ ἐτύγχανε μὲν δεδεμένος, ὡς ἐμοὶ ἐφαίνετο, ἄπορα δ᾽ ἡγουμένῳ τὰ περὶ αὐτὸν ἐφ᾽ ἑαυτῷ ἔφη τὸ λελύσθαι εἶναι καὶ τὸ σκέλος ἐλευθερώσας τοῦ δεσμοῦ ἔδειξε, τότε πρῶτον κατενόησα τοῦ ἀνδρός, θεσπέσιόν τε εἶναι αὐτὸν καὶ κρείσσω τῆς ἡμεδαπῆς σοφίας: ὅθεν, εἰ καὶ χαλεπωτέροις τούτων ἐντύχοιμι, οὐδὲν ἂν δείσαιμι ὑπὸ τούτῳ καὶ κινδυνεύων. ἀλλ᾽ ἐπειδὴ πλησίον ἑσπέρα, βαδίζωμεν ἐς τὴν καταγωγὴν ἐπιμέλειαν ποιησόμενοι τοῦ ἀνδρός.’ καὶ Ἁπολλώνιοςὕπνουἔφηδέομαι μόνου, τὰ δ᾽ ἄλλα ἐν ἴσῳ τίθεμαι λόγῳ, κἂν παρῇ τι αὐτῶν, κἂν ἀπῇ.’ μετὰ ταῦτα εὐξάμενος Ἀπόλλωνι καὶ ἔτι τῷ Ἡλίῳ παρῆλθεν ἐς τὴν οἰκίαν, ἣν ᾤκει Δημήτριος, καὶ τὼ πόδε ἀπονιψάμενος παρακελευσάμενός τε τοῖς ἀμφὶ τὸν Δάμιν δειπνεῖν, ἐπειδὴ ἄσιτοι αὐτῷ ἐφαίνοντο, ἔρριψεν ἐς τὴν κλίνην ἑαυτὸν καὶ ἐφυμνήσας τῷ ὕπνῳ τὸ Ὁμήρου ἔπος ἐκάθευδεν, ὡς οὐκ ἐπ᾽ ἀξίοις φροντίσαι τοῖς παροῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: