Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ τῷ βασιλεῖ ἀνηγγέλη ταῦτα, ἔτυχε μὲν θύων παρόντων αὐτῷ τῶν μάγων, τὰ γὰρ ἱερὰ ὑπ᾽ ἐκείνοις δρᾶται, καλέσας δὲ αὐτῶν ἕνα ‘ἥκει’ ἔφη ‘τὸ ἐνύπνιον, ὃ διηγούμην σοι τήμερον ἐπισκοπουμένῳ με ἐν τῇ εὐνῇ.’ ὄναρ δὲ ἄρα τῷ βασιλεῖ τοιοῦτον ἀφῖκτο: ἐδόκει Ἀρταξέρξης εἶναι ὁ τοῦ Ξέρξου καὶ μεθεστηκέναι ἐς ἐκεῖνον τὸ εἶδος, περιδεῶς τε εἶχε, μὴ ἐς μεταβολὴν ἤδη τὰ πράγματα ἥκῃ αὐτῷ ἐς τοῦτο ἐξηγουμένῳ τὴν μεταβολὴν τοῦ εἴδους. ἐπεὶ δὲ ἤκουσεν Ἕλληνά τε καὶ σοφὸν εἶναι τὸν ἥκοντα, ἐσῆλθεν αὐτὸν Θεμιστοκλῆς ὁ Ἀθηναῖος, ὃς ἀπὸ Ἑλλήνων ποτὲ ἥκων ξυνεγένετο τῷ Ἀρταξέρξῃ καὶ πολλοῦ ἄξιον ἐκεῖνόν τε ἐποίησεν ἑαυτόν τε παρέσχετο. καὶ προτείνας τὴν δεξιὰν ‘κάλει,’ ἔφη ‘καὶ γὰρ ἂν καὶ ἀπὸ τοῦ καλλίστου ἄρξαιτο ξυνθύσας τε καὶ ξυνευξάμενος.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.