previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὁποῖοι μὲν δὴ καὶ οἱ ἄνδρες καὶ ὅπως οἰκοῦντες τὸν ὄχθον, αὐτὸς ἀνὴρ δίεισιν: ἐν μιᾷ γὰρ τῶν πρὸς Αἰγυπτίους ὁμιλιῶνεἶδονφησὶνἸνδοὺς Βραχμᾶνας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπ᾽ αὐτῆς, καὶ ἀτειχίστως τετειχισμένους, καὶ οὐδὲν κεκτημένους τὰ πάντωνταυτὶ δὲ ἐκεῖνος μὲν σοφώτερον ἔγραψεν, δέ γε Δάμις φησὶ χαμευνίᾳ μὲν αὐτοὺς χρῆσθαι, τὴν γῆν δὲ ὑποστρωννύναι πόας, ἃς ἂν αὐτοὶ αἱρῶνται, καὶ μετεωροποροῦντας δὴ ἰδεῖν ἀπὸ τῆς γῆς ἐς πήχεις δύο, οὐ θαυματοποιίας ἕνεκα, τὸ γὰρ φιλότιμον τοῦτο παραιτεῖσθαι τοὺς ἄνδρας, ἀλλ᾽ ὁπόσα τῷ Ἡλίῳ ξυναποβαίνοντες τῆς γῆς δρῶσιν, ὡς πρόσφορα τῷ θεῷ πράττοντας. τό τοι πῦρ, ἀπὸ τῆς ἀκτῖνος ἐπισπῶνται καίτοι σωματοειδὲς ὂν οὔτε ἐπὶ βωμοῦ καίειν αὐτοὺς οὔτε ἐν ἰπνοῖς φυλάττειν, [p. 94] ἀλλ᾽ ὥς2περ τὰς αὐγάς, αἳ ἐξ ἡλίου τε ἀνακλῶνται καὶ ὕδατος, οὕτω μετέωρόν τε ὁρᾶσθαι αὐτὸ καὶ σαλεῦον ἐν τῷ αἰθέρι. τὸν μὲν οὖν δὴ Ἥλιον ὑπὲρ τῶν ὡρῶν, ἃς ἐπιτροπεύει αὐτός, ἵν᾽ ἐς καιρὸν τῇ γῇ ἴωσι καὶ Ἰνδικὴ εὖ πράττῃ, νύκτωρ δὲ λιπαροῦσι τὴν ἀκτῖνα μὴ ἄχθεσθαι τῇ νυκτί, μένειν δέ, ὡς ὑπ᾽ αὐτῶν ἤχθη. τοιοῦτον μὲν δὴ τοῦ Ἀπολλωνίου τὸἐν τῇ γῇ τε εἶναι τοὺς Βραχμᾶνας καὶ οὐκ ἐν τῇ γῇ’. τὸ δὲἀτειχίστως τετειχισμένουςδηλοῖ τὸν ἀέρα, ὑφ᾽ ζῶσιν, ὑπαίθριοι γὰρ δοκοῦντες αὐλίζεσθαι σκιάν τε ὑπεραίρουσιν αὑτῶν καὶ ὕοντος οὐ ψεκάζονται καὶ ὑπὸ τῷ ἡλίῳ εἰσίν, ἐπειδὰν αὐτοὶ βούλωνται. τὸ δὲμηδὲν κεκτημένους τὰ πάντων ἔχεινὧδε Δάμις ἐξηγεῖται: πηγαί, ὁπόσαι τοῖς βάκχοις παρὰ τῆς γῆς ἀναθρώσκουσιν, ἐπειδὰν Διόνυσος αὐτούς τε καὶ τὴν γῆν σείσῃ, φοιτῶσι καὶ τοῖς Ἰνδοῖς τούτοις ἑστιωμένοις τε καὶ ἑστιῶσιν: εἰκότως οὖν Ἀπολλώνιος τοὺς μηδὲν μὲν ἐκ παρασκευῆς, αὐτοσχεδίως δέ, βούλονται, ποριζομένους, ἔχειν φησίν, μὴ ἔχουσιν. κομᾶν δὲ ἐπιτηδεύουσιν, ὥσπερ Λακεδαιμόνιοι πάλαι καὶ Θούριοι Ταραντῖνοί τε καὶ Μήλιοι καὶ ὁπόσοις τὰ Λακωνικὰ ἦν ἐν λόγῳ, μίτραν τε ἀναδοῦνται λευκήν, καὶ γυμνὸν αὐτοῖς βάδισμα καὶ τὴν ἐσθῆτα ἐσχηματίζοντο παραπλησίως ταῖς ἐξωμίσιν. δὲ ὕλη τῆς ἐσθῆτος ἔριον αὐτοφυὲς γῆ φύει, λευκὸν μὲν ὥσπερ τὸ Παμφύλων, μαλακώτερον δὲ τίκτει, δὲ πιμελὴ οἷα ἔλαιον ἀπ᾽ αὐτοῦ λείβεται. τοῦτο ἱερὰν ἐσθῆτα ποιοῦνται καὶ εἴ τις ἕτερος παρὰ τοὺς Ἰνδοὺς τούτους ἀνασπῴη αὐτό, οὐ μεθίεται γῆ τοῦ ἐρίου. τὴν δὲ ἰσχὺν τοῦ δακτυλίου καὶ τῆς ῥάβδου, φορεῖν αὐτοὺς ἄμφω, δύνασθαι μὲν πάντα, δύω δὲ ἀρρήτω τετιμῆσθαι. [p. 95]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: