previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διαβαλλόντων δ᾽ αὐτὸν ἐνίων, ὅτι τὰς τῶν ἡγεμόνων ἐπιδημίας ἐκτρέποιτο καὶ ἀπάγοι τοὺς ἀκροατὰς ἐς τὰς ἡσυχίας μᾶλλον, καί τινος ἀποσκώψαντος μετελαύνειν αὐτὸν τὰ πρόβατα, ἐπειδὰν τοὺς ἀγοραίους προσιόντας μάθῃ, ‘νὴ Δί᾽,’ εἶπενἵνα μὴ ἐμπίπτωσι τῇ ποίμνῃ οἱ λύκοι.’ τί δ᾽ ἐβούλετο αὐτῷ τοῦτο; τοὺς ἀγοραίους ὁρῶν ἀποβλεπομένους ὑπὸ τῶν πολλῶν καὶ προϊόντας ἐκ πενίας ἐς πλοῦτον ἀπεχθείας τε οὕτως ἀσπαζομένους, ὡς αὐτὸ τὸ ἀπέχθεσθαι πωλεῖν ἀπῆγε τοὺς νέους τοῦ ξυνεῖναί σφισι καὶ τοὺς ξυγγενομένους αὐτοῖς ἐνουθέτει πικρότερον, οἷον ἀποπλύνων βαφῆς ἀτόπου: διεβέβλητο μὲν γὰρ πρὸς αὐτοὺς καὶ τὸν ἄλλον χρόνον, ὑπὸ δὲ τῶν ἐν τῇ Ῥώμῃ δεσμωτηρίων καὶ τῶν δεδεμένων τε καὶ ἀπολλυμένων οὕτω διετέθη πρὸς τὴν τέχνην, ὡς πάντα ταῦτα τῶν συκοφαντούντων καὶ τῶν δεινότητι ἐπηρμένων ἡγεῖσθαι μᾶλλον τοῦ τυράννου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: