previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αἱ μὲν ἰδέαι τῆς γραφῆς ποικίλαι τεἔφηκαὶ πλείους, καὶ γὰρ τὴν ἐσθῆτα διαβάλλουσι καὶ τὴν ἄλλην δίαιταν καὶ τό ἐστιν ὑφ᾽ ὧν προσκυνεῖσθαί σε καὶ τὸ ἐν Ἐφέσῳ ποτὲ ὑπὲρ λοιμοῦ χρῆσαι, διειλέχθαι δὲ καὶ κατὰ τοῦ βασιλέως τὰ μὲν ἀφανῶς, τὰ δ᾽ ἐκφάνδην, τὰ δ᾽ ὡς θεῶν ἀκούσαντα, τὸ δὲ ἐμοὶ μὲν ἀπιθανώτατον, γιγνώσκω γάρ, ὅτι μηδὲ τὸ τῶν ἱερῶν αἷμα ἀνέχῃ, τῷ δὲ βασιλεῖ πιθανώτατον διαβάλλεται: φασὶν ἐς ἀγρὸν βαδίσαντά σε παρὰ Νερούαν τεμεῖν αὐτῷ παῖδα Ἀρκάδα θυομένῳ ἐπὶ τὸν βασιλέα καὶ ἐπᾶραι αὐτὸν τοῖς ἱεροῖς τούτοις, πεπρᾶχθαι δὲ ταῦτα νύκτωρ φθίνοντος ἤδη τοῦ μηνός. τοῦτο δὲ τὸ κατηγόρημα, ἐπειδὴ πολλῷ μεῖζον, μὴ ἕτερόν τι παρ᾽ ἐκεῖνο ἡγώμεθα, γὰρ λαμβανόμενος τοῦ σχήματος καὶ τῆς διαίτης καὶ τοῦ προγιγνώσκειν ἐς τοῦτο δήπου ξυντείνει καὶ ταῦτά γε καὶ τὴν παρανομίαν τὴν ἐς αὐτὸν δοῦναί σοί φησι καὶ τὸ ἐς τὴν θυσίαν θάρσος. χρὴ οὖν παρεσκευάσθαι τὴν ὑπὲρ τούτων ἀπολογίαν, ἔστω δέ σοι λόγος μὴ ὑπερορῶν τοῦ βασιλέως.’ καὶ Ἀπολλώνιοςτοῦ μὲν μὴ ὑπερορᾶν ἔστω τεκμήριόν σοι τὸ ὑπὲρ ἀπολογίας ἀφῖχθαί με, εἰ δὲ καὶ θρασέως οὕτω τἀμὰ εἶχεν, ὡς ὑπὲρ τυραννίδας αἴρεσθαι, ἀλλὰ σοί γε ὑπέσχον ἐμαυτὸν τοιῷδε ὄντι καὶ ἀγαπῶντί με. τὸ μὲν γὰρ ἐχθρῷ πονηρὸν δόξαι δεινὸν οὔπω, οἱ γὰρ ἐχθροὶ μισοῦσιν οὐκ ἀφ᾽ ὧν δημοσίᾳ διαβέβληταί τις, ἀλλ᾽ ἀφ᾽ ὧν ἰδίᾳ προσκέκρουκε, τὸ δὲ πρὸς ἀνδρὸς φίλου λαβεῖν αἰτίαν, ὡς κακὸς φαίνοιτο, βαρύτερον τοῦτο τὰ ἐχθρῶν ὁμοῦ πάντα, οὐ γὰρ [p. 275] ἂν διαφύγοι τὸ μὴ οὐ κἀκείνοις, δι᾽ κακὸς ἦν, ἀπηχθῆσθαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: