previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοὺς γοῦν οἰκοῦντας τὰ Ἵπολα, πόλις δὲ κἀκείνη Βαιτική, φησὶν Δάμις παθεῖν τι πρὸς τραγῳδίας ὑποκριτήν, οὗ κἀμὲ ἄξιον ἐπιμνησθῆναι: θυουσῶν γὰρ τῶν πόλεων θαμὰ ἐπὶ ταῖς νίκαις, ἐπειδὴ καὶ αἱ Πυθικαὶ ἤδη ἀπηγγέλλοντο, τραγῳδίας ὑποκριτὴς τῶν οὐκ ἀξιουμένων ἀνταγωνίζεσθαι τῷ Νέρωνι ἐπῄει τὰς ἑσπερίους πόλεις ἀγείρων, καὶ τῇ τέχνῃ χρώμενος ηὐδοκίμει παρὰ τοῖς ἧττον βαρβάροις, πρῶτον μὲν δι᾽ αὐτὸ τὸ ἥκειν παρ᾽ ἀνθρώπους, οἳ μήπω τραγῳδίας ἤκουσαν, εἶτ᾽ ἐπειδὴ τὰς Νέρωνος μελῳδίας ἀκριβοῦν ἔφασκε. παρελθὼν δὲ ἐς τὰ Ἵπολα φοβερὸς μὲν αὐτοῖς ἐφαίνετο καὶ ὃν ἐσιώπα χρόνον ἐπὶ τῆς σκηνῆς, καὶ ὁρῶντες οἱ ἄνθρωποι βαδίζοντα μὲν αὐτὸν μέγα, κεχηνότα δὲ τοσοῦτον, ἐφεστῶτα δὲ ὀκρίβασιν οὕτως ὑψηλοῖς τερατώδη τε τὰ περὶ αὐτὸν ἐσθήματα, οὐκ ἄφοβοι ἦσαν τοῦ σχήματος, ἐπεὶ δὲ ἐξάρας τὴν φωνὴν γεγωνὸν ἐφθέγξατο, φυγῇ οἱ πλεῖστοι ᾤχοντο, ὥσπερ ὑπὸ δαίμονος [p. 172] ἐμβοηθέντες. τοιαῦτα μὲν τὰ ἤθη τῶν ταύτῃ βαρβάρων καὶ οὕτως ἀρχαῖα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: