previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῦτο μὲν δὴ ἐπὶ τοσοῦτον ἐπαρῳνήθη. ἅμα δὲ τῇ ἡμέρᾳ Τελεσῖνος ἕτερος τῶν ὑπάτων καλέσας τὸν Ἀπολλώνιοντίἔφητὸ σχῆμα’; δὲκαθαρὸνεἶπεκαὶ ἀπ᾽ οὐδενὸς θνητοῦ’. ‘τίς δὲ σοφία;’ ‘θειασμὸςἔφηκαὶ ὡς ἄν τις θεοῖς εὔχοιτο καὶ θύοι’. ‘ἔστι δέ τις, φιλόσοφε, ὃς ἀγνοεῖ ταῦτα;’ ‘πολλοί,’ εἶπενεἰ δὲ καὶ ὀρθῶς τις ἐπίσταται ταῦτα, πολλῷ γένοιτ᾽ ἂν αὑτοῦ βελτίων ἀκούσας σοφωτέρου ἀνδρός, ὅτι, οἶδεν, εὖ οἶδεν.’ ταῦτα ἀκούοντα τὸν Τελεσῖνον, καὶ γὰρ [p. 159] ἐτύγχανεν ὑποθεραπεύων τὸ θεῖον, ἐσῆλθεν ἀνὴρ δἰ πάλαι περὶ αὐτοῦ ἤκουε καὶ τὸ μὲν ὄνομα οὐκ ᾤετο δεῖν ἐς τὸ φανερὸν ἐρωτᾶν, μή τιν᾽ ἔτι λανθάνειν βούλοιτο, ἐπανῆγε δὲ αὐτὸν πάλιν ἐς τὸν λόγον τὸν περὶ τοῦ θείου, καὶ γὰρ πρὸς διάλεξιν ἐπιτηδείως εἶχε, καὶ ὡς σοφῷ γε εἶπετί εὔχῃ προσιὼν τοῖς βωμοῖς’; ‘ἔγωγεἔφηδικαιοσύνην εἶναι νόμους μὴ καταλύεσθαι πένεσθαι τοὺς σοφούς, τοὺς δὲ ἄλλους πλουτεῖν μέν, ἀδόλως δέ.’ ‘εἶταεἶπετοσαῦτα αἰτῶν οἴει τεύξεσθαι’; ‘νὴ Δί᾽,’ εἶπεξυνείρω γὰρ τὰ πάντα ἐς εὐχὴν μίαν καὶ προσιὼν τοῖς βωμοῖς ὧδε εὔχομαι: θεοί, δοίητέ μοι τὰ ὀφειλόμενα: εἰ μὲν δὴ τῶν χρηστῶν εἰμι ἀνθρώπων, τεύξομαι πλειόνων εἶπον, εἰ δὲ ἐν τοῖς φαύλοις με οἱ θεοὶ τάττουσι, τἀναντία μοι παρ᾽ αὐτῶν ἥξει καὶ οὐ μέμψομαι τοὺς θεούς, εἰ κακῶν ἀξιοῦμαι μὴ χρηστὸς ὤν.’ ἐξεπέπληκτο μὲν δὴ Τελεσῖνος ὑπὸ τῶν λόγων τούτων, βουλόμενος δὲ αὐτῷ χαρίζεσθαιφοίταἔφηἐς τὰ ἱερὰ πάντα, καὶ γεγράψεται παρ᾽ ἐμοῦ πρὸς τοὺς ἱερωμένους δέχεσθαί σε καὶ διορθουμένῳ εἴκειν.’ ‘ἢν δὲ μὴ γράψῃς,’ ἔφηοὐ δέξονταί με;’ ‘μὰ Δί᾽,’ εἶπενἐμὴ γὰρἔφηαὕτη ἀρχή’. ‘χαίρω,’ ἔφηὅτι γενναῖος ὢν μεγάλου ἄρχεις, βουλοίμην δ᾽ ἄν σε κἀκεῖνο περὶ ἐμοῦ εἰδέναι: ἐγὼ τῶν ἱερῶν τὰ μὴ βεβαίως κλειστὰ χαίρω οἰκῶν καὶ παραιτεῖταί με οὐδεὶς τῶν θεῶν, ἀλλὰ ποιοῦνται κοινωνὸν στέγης: ἀνείσθω δέ μοι καὶ τοῦτο, καὶ γὰρ οἱ βάρβαροι ξυνεχώρουν αὐτό.’ καὶ ΤελεσῖνοςμέγαἔφηῬωμαίων ἐγκώμιον οἱ βάρβαροι προὔλαβον, τουτὶ γὰρ ἐβουλόμην ἂν καὶ περὶ ἡμῶν λέγεσθαι.’ ᾤκει μὲν δὴ ἐν τοῖς ἱεροῖς ἐναλλάττων αὐτὰ καὶ μεθιστάμενος ἐξ ἄλλου ἐς ἄλλο, [p. 160] αἰτίαν δὲ ἐπὶ τούτῳ ἔχωνοὐδὲ οἱ θεοὶἔφηπάντα τὸν χρόνον ἐν τῷ οὐρανῷ οἰκοῦσιν, ἀλλὰ πορεύονται μὲν ἐς Αἰθιοπίαν, πορεύονται δὲ ἐς Ὄλυμπόν τε καὶ Ἄθω, καὶ οἶμαι ἄτοπον τοὺς μὲν θεοὺς τὰ τῶν ἀνθρώπων ἔθνη περινοστεῖν πάντα, τοὺς δὲ ἀνθρώπους μὴ τοῖς θεοῖς ἐπιφοιτᾶν πᾶσι. καίτοι δεσπόται μὲν ὑπερορῶντες δούλων οὔπω αἰτίαν ἕξουσιν, ἴσως γὰρ ἂν καταφρονοῖεν αὐτῶν, ὡς μὴ σπουδαίων, δοῦλοι δὲ μὴ πάντως τοὺς αὑτῶν δεσπότας θεραπεύοντες ἀπόλοιντο ἂν ὑπ᾽ αὐτῶν ὡς κατάρατοί τε καὶ θεοῖς ἐχθρὰ ἀνδράποδα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: