previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸ μὲν δὴ αὐτοὶ Πυθαγόρειον ἤδη τῷ Ἀπολλωνίῳ ἐφάνη καὶ ἠκολούθει χαίρων. τὸν δὲ ὄχθον, ἐφ᾽ οὗ οἱ σοφοὶ ἀνῳκισμένοι εἰσίν, ὕψος μὲν εἶναι κατὰ τὴν Ἀθηναίων φασὶν ἀκρόπολιν, ἀνίστασθαι δὲ ἐκ πεδίου ἄνω, εὐφυᾶ δὲ ὁμοίως πέτραν ὀχυροῦν αὐτὸν κύκλῳ περιήκουσαν, ἧς πολλαχοῦ [p. 92] δίχηλα ὁρᾶσθαι ἴχνη καὶ γενειάδων τύπους καὶ προσώπων καί που καὶ νῶτα ἰδεῖν ἀπωλισθηκόσιν ὅμοια, τὸν γὰρ Διόνυσον, ὅτε ξὺν Ἡρακλεῖ ἀπεπειρᾶτο τοῦ χωρίου, προσβαλεῖν μὲν αὐτῷ φασι κελεῦσαι τοὺς Πᾶνας, ὡς πρὸς τὸν σεισμὸν ἱκανούς, ἐμβροντηθέντας δὲ αὐτοὺς ὑπὸ τῶν σοφῶν πεσεῖν ἄλλον ἄλλως, καὶ τὰς πέτρας οἷον ἐντυπωθῆναι τὰ τῆς διαμαρτίας σχήματα. περὶ δὲ τῷ ὄχθῳ νεφέλην ἰδεῖν φασιν, ἐν τοὺς Ἰνδοὺς οἰκεῖν φανερούς τε καὶ ἀφανεῖς καὶ τι βούλονται. πύλας δὲ εἰ μὲν καὶ ἄλλας εἶναι τῷ ὄχθῳ, οὐκ εἰδέναι. τὸ γὰρ περὶ αὐτὸν νέφος οὔτε ἀκλείστῳ ξυγχωρεῖν οὔτ᾽ αὖ ξυγκεκλεισμένῳ φαίνεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: