previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δ᾽ ἐδείπνησαν, ‘ἐγὼ δ᾽ Νεῖλοςτὸν μὲν ἄλλον χρόνον ἐστρατευόμην ὁμοῦ τοῖς Γυμνοῖς οἷον ψιλοῖς τισιν σφενδονήταις ἐκείνοις ἐμαυτὸν ξυντάττων, νυνὶ δὲ ὁπλιτεύσω καὶ κοσμήσει με ἀσπὶς σή.’ ‘ἀλλ᾽ οἶμαί σε,’ εἶπενΑἰγύπτιε, παρὰ Θεσπεσίωνί τε καὶ τοῖς ἄλλοις ἕξειν αἰτίαν, ἐφ᾽ οἷς οὐδὲ ἐς ἔλεγχον ἡμῶν καταστὰς πλείω σὺ δ᾽ ἑτοιμότερον ξυγχωρεῖ βίου αἵρεσις ἐς τὰ ἡμέτερα ἤθη ἀφήσεις.’ ‘οἶμαι,’ ἔφηεἰ δ᾽ αἰτία ἑλομένου ἔσται τις, τάχα καὶ μὴ ἑλομένου αἰτία, καὶ ἁλώσονται μᾶλλον ἅπερ ἐγὼ ἑλόμενοι: τὸ γὰρ πρεσβυτέρους ὁμοῦ καὶ σοφωτέρους ὄντας μὴ πάλαι ᾑρῆσθαι, ἅπερ ἐγὼ νῦν, δικαίαν αἰτίαν κατ᾽ ἐκείνων ἔχοι ἂν μᾶλλον οὕτω πλεονεκτοῦντας μὴ ἐς τὸ βέλτιον [p. 228] ἑλέσθαι, τι χρήσονται.’ ‘οὐκ ἀγεννῆ μέν, νεανίσκε, λόγον εἴρηκας: ὅρα δέ, μὴ αὐτῷ τῷ οὕτω μὲν σοφίας, οὕτω δὲ ἡλικίας ἔχειν ἐκεῖνά γε ὀρθῶς ᾑρημένοι φαίνονται ταῦτά τε ξὺν εἰκότι λόγῳ παραιτούμενοι, σύ τε θρασυτέρου λόγου δοκῇς ἅπτεσθαι καθιστὰς μᾶλλον αὐτὸς ἐκείνοις ἑπόμενος.’ ὑποστρέψας δὲ Αἰγύπτιος παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν μὲν εἰκὸς ἦνἔφηπρεσβυτέροις ὁμαρτεῖν νέον, οὐ παρεῖταί μοι, σοφίαν γὰρ ὁπότ᾽ ᾤμην εἶναι περὶ τοὺς ἄνδρας, ἣν οὐκ ἄλλοις τισὶν ἀνθρώπων ὑπάρχειν, προσεποίησα ἐμαυτὸν τούτοις, πρόφασις δέ μοι τῆς ὁρμῆς ἥδε ἐγένετο: ἔπλευσέ ποτε πατὴρ ἐς τὴν Ἐρυθρὰν ἑκών, ἦρχε δὲ ἄρα τῆς νεώς, ἣν Αἰγύπτιοι στέλλουσιν ἐς τὸ Ἰνδῶν ἔθνος, ἐπιμίξας δὲ τοῖς ἐπὶ θαλάττῃ Ἰνδοῖς διεκόμισε λόγους περὶ τῶν ἐκείνῃ σοφῶν ἀγχοῦ τούτων, οὓς πρὸς ἡμᾶς διῆλθες: ἀκούων δὲ αὐτοῦ καὶ τοιουτονί τινα λόγον, ὡς σοφώτατοι μὲν ἀνθρώπων Ἰνδοί, ἄποικοι δὲ Ἰνδῶν Αἰθίοπες, πατρῴζουσι δὲ οὗτοι τὴν σοφίαν καὶ πρὸς τὰ οἴκοι βλέπουσι, μειράκιον γενόμενος τὰ μὲν πατρῷα τοῖς βουλομένοις ἀφῆκα, γυμνὸς δὲ Γυμνοῖς ἐπεφοίτησα τούτοις, ὡς μαθησόμενος τὰ Ἰνδῶν ἀδελφά γε ἐκείνων, καί μοι ἐφαίνοντο σοφοὶ μέν, οὐ μὴν ἐκεῖνα, ἐμοῦ δ᾽ αὐτοὺς ἐρομένου, τοῦ χάριν οὐ τὰ Ἰνδῶν φιλοσοφοῦσιν, ἐκείνων μὲν ἐς διαβολὰς κατέστησαν παραπλησίως ταῖς πρὸς σὲ εἰρημέναις τήμερον, ἐμὲ δὲ νέον ἔτι, ὡς ὁρᾷς, ὄντα κατέλεξαν ἐς τὸ αὑτῶν κοινὸν δείσαντες, οἶμαι, μὴ ἀποπηδήσας αὐτῶν πλεύσαιμι ἐς τὴν Ἐρυθράν, ὥσπερ ποτὲ πατήρ, μὰ τοὺς θεοὺς οὐκ ἂν παρῆκα: προῆλθον γὰρ ἂν καὶ μέχρι τοῦ ὄχθου τῶν σοφῶν, εἰ μή σέ τις ἐνταῦθα θεῶν ἔστειλεν ἐμοὶ [p. 229] ἀρωγόν, ὡς μήτε τὴν Ἐρυθρὰν πλεύσας μήτε πρὸς τοὺς Κολπίτας παραβαλόμενος σοφίας Ἰνδικῆς γευσαίμην οὐ τήμερον βίου ποιησόμενος αἵρεσιν, ἀλλὰ πάλαι μὲν ᾑρημένος, δὲ ᾤμην ἕξειν, οὐκ ἔχων. τί γὰρ δεινόν, εἰ ὁτουδὴ ἁμαρτών τις ἐπάνεισιν ἐφ᾽ ἐθήρευεν; εἰ δὲ κἀκείνους ἐς τουτὶ μεταβιβάζοιμι καὶ γιγνοίμην αὐτοῖς ξύμβουλος ὧν ἐμαυτὸν πέπεικα, τί ἄν, εἰπέ μοι, θρασὺ πράττοιμι; οὔτε γὰρ νεότης ἀπελατέα τοῦ τι καὶ αὐτὴ βέλτιον ἐνθυμηθῆναι ἂν τοῦ γήρως, σοφίας τε ὅστις ἑτέρῳ γίγνεται ξύμβουλος, ἣν αὐτὸς ᾕρηται, διαφεύγει δήπου τὸ μὴ οὐχ πέπεισται πείθειν, τοῖς τε ἥκουσιν ἀγαθοῖς παρὰ τῆς τύχης ὅστις ἀπολαβὼν αὐτὰ χρῆται μόνος, ἀδικεῖ τἀγαθά, ἀφαιρεῖται γὰρ αὐτῶν τὸ πλείοσιν ἡδίω φαίνεσθαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: