previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τελευτῆσαι δ᾽ αὐτὸν οἱ μὲν ἐν Ἐφέσῳ θεραπευόμενον ὑπὸ δυοῖν δμωαῖν, τεθνάναι γὰρ ἤδη οἱ ἀπελεύθεροι, περὶ ὧν κατ᾽ ἀρχὰς εἶπον, ἐλευθερώσαντα δὲ τὴν ἑτέραν αἰτίαν πρὸς τῆς ἑτέρας ἔχειν, ἐπεὶ μὴ τῶν αὐτῶν ἠξίωτο, τὸν δ᾽ Ἀπολλώνιονκαὶ δουλεῦσαιφάναιπροσήκει σὲ αὐτῇ, τουτὶ γάρ σοι ἀγαθοῦ ἄρξει.’ τελευτήσαντος οὖν μὲν δουλεύειν ἐκείνῃ, δ᾽ ἐκ μικρᾶς αἰτίας ἀποδόσθαι [p. 342] αὐτὴν καπήλῳ, παρ᾽ οὗ πρίασθαί τις οὐδ᾽ εὐπρεπῆ οὖσαν, ἀλλ᾽ ἐρῶν οὗτος καὶ χρηματιστὴς ἱκανὸς ὢν γυναῖκά τε ἀνειπεῖν καὶ παῖδας ἐξ αὐτῆς ἐγγράψαι. οἱ δ᾽ ἐν Λίνδῳ τελευτῆσαι αὐτὸν παρελθόντα ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ ἔσω ἀφανισθέντα, οἱ δ᾽ ἐν Κρήτῃ φασὶ θαυμασιώτερον οἱ ἐν Λίνδῳ: διατρίβειν μὲν γὰρ ἐν τῇ Κρήτῃ τὸν Ἀπολλώνιον μᾶλλον πρὸ τούτου θαυμαζόμενον, ἀφικέσθαι δ᾽ ἐς τὸ ἱερὸν τῆς Δικτύννης ἀωρί, φυλακὴ δὲ τῷ ἱερῷ κυνῶν ἐπιτέτακται φρουροὶ τοῦ ἐν αὐτῷ πλούτου, καὶ ἀξιοῦσιν αὐτοὺς οἱ Κρῆτες μήτε τῶν ἄρκτων μήτε τῶν ὧδε ἀγρίων λείπεσθαι, οἱ δ᾽ οὔθ᾽ ὑλακτεῖν ἥκοντα σαίνειν τε αὐτὸν προσιόντες, ὡς μηδὲ τοὺς ἄγαν ἐθάδας. οἱ μὲν δὴ τοῦ ἱεροῦ προϊστάμενοι ξυλλαβόντες αὐτὸν ὡς γόητα καὶ λῃστὴν δῆσαι μείλιγμα τοῖς κυσὶ προβεβλῆσθαί τι ὑπ᾽ αὐτοῦ φάσκοντες, δ᾽ ἀμφὶ μέσας νύκτας ἑαυτὸν λῦσαι, καλέσας δὲ τοὺς δήσαντας, ὡς μὴ λάθοι, δραμεῖν ἐπὶ τὰς τοῦ ἱεροῦ θύρας, αἱ δ᾽ ἀνεπετάσθησαν, παρελθόντος δὲ ἔσω τὰς μὲν θύρας ξυνελθεῖν, ὥσπερ ἐκέκλειντο, βοὴν δὲ ᾀδουσῶν παρθένων ἐκπεσεῖν. τὸ δὲ ᾆσμα ἦν: ‘στεῖχε γᾶς, στεῖχε ἐς οὐρανόν, στεῖχε.’ οἷον: ἴθι ἐκ τῆς γῆς ἄνω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: