previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δυοῖν γὰρ ἡμέραιν δεδεμένου τοῦ ἀνδρὸς ἀφικνεῖταί τις ἐς τὸ δεσμωτήριον τὸ προσελθεῖν αὐτῷ ἐωνῆσθαι φάσκων, ξύμβουλος δὲ σωτηρίας ἥκειν: ἦν μὲν δὴ Συρακούσιος οὗτος, Δομετιανοῦ δὲ νοῦς τε καὶ γλῶττα, καθεῖτο δ᾽, ὥσπερ πρότερος, ἀλλ᾽ ὑπὲρ πιθανωτέρων οὗτος. μὲν γὰρ πόρρωθεν, δ᾽ ἐκ τῶν παρόντων ἑλὼν θεοί,’ ἔφητίς ἂν ᾠήθη δεθῆναι Ἀπολλώνιον;’ ‘ δήσας,’ εἶπενοὐ γὰρ ἄν, εἰ μὴ ᾠήθη, ἔδησε.’ ‘τίς δ᾽ ἂν τὰς ἀμβροσίας ποτὲ ἀποτμηθῆναι χαίτας;’ ‘ἐγὼεἶπεν κομῶν.’ ‘φέρεις δὲ πῶς ταῦτα;’ ‘ὥς γε εἰκὸςεἶπετὸν μήθ᾽ ἑκουσίως μήτ᾽ ἀκουσίως ἐς αὐτὰ ἥκοντα.’ ‘τὸ [p. 290] δὲ σκέλος πῶςἔφηκαρτερεῖ;’ ‘οὐκ οἶδα,’ εἶπεν γὰρ νοῦς πρὸς ἑτέροις ἐστί.’ ‘καὶ μὴν πρὸς τῷ ἀλγοῦντιἔφη νοῦς.’ ‘οὐ μὲν οὖν,’ εἶπενοῦς μὲν γὰρ γ᾽ ἐν ἀνδρὶ τοιῷδε οὐκ ἀλγήσει τὸ ἀλγοῦν παύσει.’ ‘τί δὲ δὴ ἐνθυμεῖται νοῦς;’ ‘αὐτὸεἶπετὸ μὴ ἐννοεῖν ταῦτα.’ πάλιν δ᾽ αὐτοῦ τὰς χαίτας ἀνακαλοῦντος καὶ περιάγοντος ἐς αὐτὰς τὸν λόγον, ‘ὤνησαι,’ ἔφηνεανίσκε, μὴ τῶν ἐν Τροίᾳ ποτὲ Ἀχαιῶν εἷς γενόμενος, ὡς σφόδρα ἄν μοι δοκεῖς τὰς Ἀχιλλείους κόμας ὀλοφύρασθαι Πατρόκλῳ τμηθείσας, εἰ δὴ ἐτμήθησαν, καὶ λειποθυμῆσαι δ᾽ ἂν ἐπ᾽ αὐταῖς: ὃς γὰρ τὰς ἐμάς, ἐν αἷς πολιαί τε ἦσαν καὶ αὐχμός, ἐλεεῖν φάσκεις, τί οὐκ ἂν πρὸς ἐκείνας ἔπαθες τὰς ἠσκημένας τε καὶ ξανθάς;’ τῷ δὲ ἄρα ξὺν ἐπιβουλῇ ταῦτα ἐλέγετο, ἵν᾽ ὑπὲρ ὧν ἀλγεῖ μάθοι, καὶ νὴ Δία, εἰ λοιδορεῖται τῷ βασιλεῖ ὑπὲρ ὧν πέπονθεν: ἀνακοπεὶς δ᾽ ὑφ᾽ ὧν ἤκουσεδιαβέβλησαι,’ ἔφηπρὸς τὸν βασιλέα περὶ πλειόνων, μάλιστα δ᾽ ὑπὲρ ὧν οἱ περὶ Νερούαν ὡς ἀδικοῦντες φεύγουσιν, ἀφίκοντο μὲν γάρ τινες ἐς αὐτὸν διαβολαὶ καὶ περὶ τῶν ἐν Ἰωνίᾳ λόγων, οὓς ἀντιξόως τε αὐτῷ καὶ ἀπηχθημένως εἶπας, καταφρονεῖ δὲ τούτων, ὥς φασιν, ἐπειδὴ πρὸς τὰ μείζω παρώξυνται, καίτοι τοῦ κἀκεῖνα διαβάλλοντος ἀνδρὸς ὑψοῦ προήκοντος τῆς δόξης.’ ‘οἷονἔφηὈλυμπιονίκην εἴρηκας, εἰ δόξης φησὶν ἅπτεσθαι διαβολαῖς ἰσχύων. ξυνίημι δ᾽, ὡς ἔστιν Εὐφράτης, ὃν ἐγὼ οἶδα πάντ᾽ ἐπ᾽ ἐμὲ πράττοντα, ἠδίκημαι δ᾽ ὑπ᾽ αὐτοῦ καὶ μείζω ἕτερα: αἰσθόμενος γάρ ποτε φοιτήσειν μέλλοντα παρὰ τοὺς ἐν Αἰθιοπίᾳ Γυμνοὺς ἐς διαβολάς μου πρὸς αὐτοὺς κατέστη, καὶ εἰ μὴ τῆς ἐπιβουλῆς ξυνῆκα, τάχ᾽. ἂν ἀπῆλθον μηδ᾽ ἰδὼν τοὺς [p. 291] ἄνδρας.’ θαυμάσας οὖν Συρακούσιος τὸν λόγονεἶτ᾽ἔφητοῦ διαβληθῆναι βασιλεῖ μεῖζον ἡγῇ τὸ τοῖς Γυμνοῖς μὴ χρηστὸς ἂν ἐξ ὧν Εὐφράτης καθίει δόξαι;’ ‘νὴ Δί᾽,’ εἶπενἐκεῖ μὲν γὰρ μαθησόμενος ἦα, ἐνταῦθα δὲ ὑπὲρ διδασκαλίας ἥκω.’ ‘τῆς τίἔφηδιδασκούσης;’ ‘τὸ εἶναί μεεἶπεκαλὸν κἀγαθόν, τουτὶ δὲ βασιλεὺς οὔπω οἶδεν.’ ‘ἀλλ᾽ ἔστινἔφητὰ σεαυτοῦ εὖ θέσθαι διδαξαμένῳ αὐτόν, καὶ πρὶν ἐνταῦθα ἥκειν λέξας οὐδ᾽ ἂν ἐδέθης.’ ξυνιεὶς οὖν τοῦ Συρακουσίου ξυνελαύνοντος αὐτὸν ἐς τὸν ὅμοιον τῷ βασιλεῖ λόγον οἰομένου τε, ὡς ἀπαγορεύων πρὸς τὰ δεσμὰ ψεύσεταί τι κατὰ τῶν ἀνδρῶν βέλτιστε,’ εἶπενεἰ τἀληθῆ πρὸς Δομετιανὸν εἰπὼν ἐδέθην, τί πείσομαι μὴ ἀληθεύσας; ἐκείνῳ μὲν γὰρ τἀληθὲς δοκεῖ δεσμῶν ἄξιον, ἐμοὶ δὲ τὸ ψεῦδος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: