previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οὐεσπασιανοῦ δὲ τὴν αὐτοκράτορα ἀρχὴν περινοοῦντος περὶ τὰ ὅμορα τῇ Αἰγύπτῳ ἔθνη καὶ προχωροῦντος ἐπὶ τὴν Αἴγυπτον Δίωνες μὲν καὶ Εὐφρᾶται, περὶ ὧν μικρὸν ὕστερον εἰρήσεται, χαίρειν παρεκελεύοντο: μετὰ γὰρ τὸν πρῶτον αὐτοκράτορα, ὑφ᾽ οὗ τὰ Ῥωμαίων διεκοσμήθη, τυραννίδες οὕτω χαλεπαὶ ἴσχυσαν ἐπὶ πεντήκοντα ἔτη, ὡς μηδὲ Κλαύδιον τὰ μέσα τούτων τρισκαίδεκα ἄρξαντα χρηστὸν δόξαι: καίτοι πεντηκοντούτης μὲν ἐς τὸ ἄρχειν παρῆλθεν, ὅτε νοῦς μάλιστα ὑγιαίνει ἀνθρώπων, παιδείας δὲ ξυμπάσης ἐδόκει ἐρᾶν: ἀλλὰ κἀκεῖνος τηλικόσδε ὢν πολλὰ μειρακιώδη ἔπαθε καὶ μηλόβοτον γυναίοις τὴν ἀρχὴν ἀνῆκεν, ὑφ᾽ ὧν οὕτω ῥᾳθύμως ἀπέθανεν, ὡς καίτοι προγιγνώσκων, ἔμελλε πείσεσθαι, μηδ᾽ προῄδει, φυλάξασθαι. Ἀπολλώνιος δὲ παραπλησίως μὲν Εὐφράτῃ καὶ Δίωνι περὶ τούτων ἔχαιρε, μελέτην δ᾽ αὐτὰ οὐκ ἐποιεῖτο ἐς πάντας ῥητορικωτέραν ἡγούμενος τὴν τοιάνδε ἰδέαν τοῦ λόγου, προσιόντι δὲ τῷ αὐτοκράτορι τὰ μὲν ἱερὰ πρὸ πυλῶν ἀπήντα καὶ τὰ τῆς Αἰγύπτου τέλη καὶ οἱ νομοί, καθ᾽ οὓς Αἴγυπτος τέτμηται, φιλόσοφοί τε ὡσαύτως καὶ σοφία πᾶσα, δὲ Ἀπολλώνιος οὐδὲν [p. 186] ἐπολυπραγμόνει τούτων, ἀλλὰ ἐσπούδαζεν ἐν τῷ ἱερῷ. διαλεχθεὶς δὲ αὐτοκράτωρ γενναῖά τε καὶ ἥμερα καὶ διελθὼν λόγον οὐ μακρὸνἐπιδημεῖἔφη Τυανεύς;’ ‘ναὶἔφασανβελτίους γε ἡμᾶς ἐργασάμενος’. ‘πῶς ἂν οὖν ξυγγένοιτο ἡμῖν;’ ἔφησφόδρα γὰρ δέομαι τοῦ ἀνδρός’. ‘ἐντεύξεταί σοι περὶ τὸ ἱερόν,’ Δίων εἶπεπρὸς ἐμὲ γὰρ δεῦρο ἥκοντα ὡμολόγει ταῦτα’. ‘ἴωμενἔφη βασιλεὺςπροσευξόμενοι μὲν τοῖς θεοῖς, ξυνεσόμενοι δὲ ἀνδρὶ γενναίῳ.’ ἐντεῦθεν ἀνέφυ λόγος, ὡς ἐνθύμιος μὲν αὐτῷ ἀρχὴ γένοιτο πολιορκοῦντι τὰ Σόλυμα, μεταπέμποιτο δὲ τὸν Ἀπολλώνιον ὑπὲρ βουλῆς τούτων, δὲ παραιτοῖτο ἥκειν ἐς γῆν, ἣν ἐμίαναν οἱ ἐν αὐτῇ οἰκοῦντες οἷς τε ἔδρασαν οἷς τε ἔπαθον: ὅθεν αὐτὸς ἐλθεῖν ἐς Αἴγυπτον τὴν μὲν ἀρχὴν κεκτημένος, διαλεξόμενος δὲ τῷ ἀνδρὶ ὁπόσα δηλώσω:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: