Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐτύγχανε μὲν δὴ ὁ Δάμις τῆς προτεραίας ἀφιγμένος καὶ τῷ Δημητρίῳ ξυγγεγονὼς ὑπὲρ τῶν πρὸ τῆς δίκης, ὁ δ᾽ εὐλαβέστερον ἢ τὸν ὑπὲρ Ἀπολλωνίου ἀκροώμενον εἰκὸς διατεθεὶς ἦν ὑφ᾽ ὧν ἤκουσε, καὶ πάλιν τῆς ὑστεραίας ὑπὲρ τῶν αὐτῶν ἠρώτα, ξυναλύων αὐτῷ παρὰ τὴν θάλατταν, ἐν ᾗ τὰ περὶ τὴν Καλυψὼ μυθεύματα: ἀπεγίγνωσκον μὲν γὰρ ὡς οὐχ ἥξοντος, ἐπειδὴ τὰ τῆς τυραννίδος χαλεπὰ ἦν πᾶσι, τὰ δ᾽ ὑπ᾽ αὐτοῦ προσταττόμενα ἐτίμων διὰ τὴν φύσιν τοῦ ἀνδρός. ἀπειπόντες οὖν [p. 328] ἐκάθηντο ἐς τὸ νύμφαιον, ἐν ᾧ ὁ πίθος, λευκοῦ δ᾽ οὗτός ἐστι λίθου ξυνέχων πηγὴν ὕδατος οὔθ᾽ ὑπερβάλλουσαν τοῦ στομίου οὔτ᾽, εἴ τις ἀπαντλοίη, ὑποδιδοῦσαν. διαλεχθέντες δ᾽ ὑπὲρ τῆς φύσεως τοῦ ὕδατος οὐ μάλα ἐσπουδακότως διὰ τὴν ἐπὶ τῷ ἀνδρὶ ἀθυμίαν ἐπανῆγον τὸν λόγον ἐς τὰ πρὸ τῆς δίκης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.