previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀναρρηθεὶς δὲ αὐτοκράτωρ ἐν τῇ Ῥώμῃ καὶ ἀριστείων στείων ἀξιωθεὶς τούτων ἀπῄει μὲν ἰσομοιρήσων τῆς ἀρχῆς τῷ πατρί, τὸν δὲ Ἀπολλώνιον ἐνθυμηθείς, ὡς πολλοῦ ἄξιος αὑτῷ ἔσται κἂν πρὸς βραχὺ ξυγγενόμενος, ἐδεῖτο αὐτοῦ ἐς Ταρσοὺς ἥκειν, καὶ περιβαλὼν ἐλθόνταπάντα μοι πατὴρἔφηἐπέστειλεν, ὧν ξύμβουλον ἐποιεῖτό σε, καὶ ἰδοὺ ἐπιστολή, ὡς εὐεργέτης τε αὐτοῦ ἐν αὐτῇ γέγραψαι καὶ πᾶν τι ἐσμέν, ἐγὼ δὲ ἔτη μὲν τριάκοντα ταυτὶ γέγονα, ἀξιούμενος δὲ ὧν πατὴρ ἑξηκοντούτης ὢν καὶ [p. 244] καλούμενος ἐς τὸ ἄρχειν πρὶν οὐκ οἶδ᾽ εἰ ἀρχθῆναι εἰδέναι, δέδια μὴ μειζόνων, ἐμὲ χρή, ἅπτωμαι.’ ἐπιψηλαφήσας δὲ αὐτοῦ τὸν αὐχένα Ἀπολλώνιος, καὶ γὰρ δὴ ἔρρωτο αὐτὸν ἴσα τοῖς ἀσκοῦσι τὸ σῶμα, ‘καὶ τίςεἶπεβιάσεται ταῦρον αὐχένα οὕτω κρατερὸν ὑποσχεῖν ζυγῷ;’ ‘ ἐκ νέουἔφη, ‘μοσχεύσας με,’ τὸν πατέρα τὸν ἑαυτοῦ λέγων Τίτος καὶ τὸ ὑπ᾽ ἐκείνου ἂν μόνου ἀρχθῆναι, ὃς ἐκ παιδὸς αὐτὸν τῇ ἑαυτοῦ ἀκροάσει ξυνείθιζε. ‘χαίρωεἶπεν Ἀπολλώνιοςπρῶτον μὲν παρεσκευασμένον σε ὁρῶν ἕπεσθαι τῷ πατρί, ὑφ᾽ οὗ χαίρουσιν ἀρχόμενοι καὶ οἱ μὴ φύσει παῖδες, θεραπεύσοντά τε τὰς ἐκείνου θύρας, ξυνθεραπευθήσῃ. νεότητος δὲ γήρᾳ ἅμα ἐς τὸ ἄρχειν ἰούσης τίς μὲν λύρα, τίς δὲ αὐλὸς ἡδεῖαν ὧδε ἁρμονίαν καὶ ξυγκεκραμένην ᾄσεται; πρεσβύτερα γὰρ ξυμβήσεται νέοις, ἐξ ὧν καὶ γῆρας ἰσχύσει καὶ νεότης οὐκ ἀτακτήσει.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: