previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κἀκεῖνα ἐν Ταρσοῖς τοῦ ἀνδρὸς ᾄδουσι: κύων ἐνεπεπτώκει ἐφήβῳ λυττῶν καὶ ἀπῆγε τὸν ἔφηβον [p. 253] τὸ δῆγμα ἐς τὰ τῶν κυνῶν πάντα, ὑλάκτει τε γὰρ καὶ ὠρύετο καὶ τετράπους ἔθει τὼ χεῖρε ὑπέχων τῷ δρόμῳ. νοσοῦντι δ᾽ αὐτῷ τριακοστὴν ἡμέραν ἐφίσταται μὲν Ἀπολλώνιος ἄρτι ἐς τοὺς Ταρσοὺς ἥκων, κελεύει δὲ ἀνιχνευθῆναί οἱ τὸν κύνα, ὃς ταῦτα εἰργάσατο, οἱ δ᾽ οὔτε ἐντετυχηκέναι τῷ κυνὶ ἔφασαν, ἔξω γὰρ τείχους εἰλῆφθαι αὐτὸν τοῦ ἐφήβου πρὸς ἀκοντίοις ὄντος, οὔτ᾽ ἂν τοῦ νοσοῦντος μαθεῖν, ἥτις ἰδέα τοῦ κυνός, ἐπεὶ μηδὲ αὑτὸν ἔτι οἶδεν. ἐπισχὼν οὖν Δάμι,’ ἔφηλευκὸς κύων λάσιος προβατευτικὸς Ἀμφιλοχικῷ ἴσος, προσέστηκε δὲ τῇ δεῖνι κρήνῃ τρέμων, τὸ γὰρ ὕδωρ καὶ ποθεῖ καὶ δέδοικεν: ἄγε μοι τοῦτον ἐπὶ τὴν τοῦ ποταμοῦ ὄχθην, ἐφ᾽ ἧς αἱ παλαῖστραι, μόνον εἰπών, ὅτι ὑπ᾽ ἐμοῦ καλοῖτο.’ ἑλχθεὶς δ᾽ κύων ὑπὸ τοῦ Δάμιδος ὑπεκλίθη τοῖς τοῦ Ἀπολλωνίου ποσίν, ὥσπερ οἱ βώμιοι τῶν ἱκετῶν κλαίων, δ᾽ ἡμέρου τε αὐτὸν ἔτι μᾶλλον καὶ τῇ χειρὶ ἐπράυνε, τὸν ἔφηβόν τε ἵστη ἐγγὺς ξυνέχων αὐτός, ὡς δὲ μὴ λάθοι τοὺς πολλοὺς μέγα ἀπόρρητονμεθέστηκε μὲνἔφηἐς τὸν παῖδα τοῦτον Τηλέφου ψυχὴ τοῦ Μυσοῦ, Μοῖραι δ᾽ ἐπ᾽ αὐτῷ ταὐτὰ βούλονται,’ καὶ εἰπὼν ταῦτα ἐκέλευσε τὸν κύνα περιλιχμήσασθαι τὸ δῆγμα, ὡς ἰατρὸς αὐτῷ πάλιν τρώσας γένοιτο. ἐπεστράφη τὸ ἐντεῦθεν ἐς τὸν πατέρα παῖς καὶ ξυνῆκε τῆς μητρὸς προσεῖπέ τε τοὺς ἥλικας καὶ ἔπιε τοῦ Κύδνου, περιώφθη δὲ οὐδὲ κύων, ἀλλὰ κἀκεῖνον εὐξάμενος τῷ ποταμῷ δι᾽ αὐτοῦ ἧκεν. δ᾽ ἐπεὶ διέβη τὸν Κύδνον, ἐπιστὰς τῇ ὄχθῃ φωνήν τε ἀφῆκεν, ὅπερ ἥκιστα περὶ τοὺς λυττῶντας τῶν κυνῶν ξυμβαίνει, καὶ τὰ ὦτα ἀνακλάσας ἔσεισε τὴν οὐρὰν ξυνιεὶς τοῦ ἐρρῶσθαι, φαρμακοποσία γὰρ λύττης ὕδωρ, ἢν θαρσήσῃ αὐτὸ λυττῶν. [p. 254] Τοιαῦτα τοῦ ἀνδρὸς τὰ ὑπὲρ ἱερῶν τε καὶ πόλεων καὶ τὰ πρὸς δήμους καὶ ὑπὲρ δήμων καὶ τὰ ὑπὲρ τεθνεώτων νοσούντων καὶ τὰ πρὸς σοφούς τε καὶ μὴ σοφοὺς καὶ τὰ πρὸς βασιλέας, οἳ ξύμβουλον αὐτὸν ἀρετῆς ἐποιοῦντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: