ὧδε μὲν δὴ τῷ ἀνδρὶ τὰ ἐκ παρασκευῆς εἶχεν, ἐπὶ τελευτῇ δ᾽ εὗρον τοῦ λόγου τὰ τελευταῖα τοῦ προτέρου τὸ
καὶ τὰ πρὸ τούτου ἔτι, ἀφ᾽ ὧν τοῦτο. ἐπεὶ δὲ ἀπῆλθε τοῦ δικαστηρίου δαιμόνιόν τε καὶ οὐ ῥᾴδιον εἰπεῖν τρόπον, οὐκ ἔπαθεν ὁ τύραννος, ὅπερ οἱ πολλοὶ ᾤοντο: οἱ μὲν γὰρ ᾤοντο αὐτὸν σχέτλια ὑπὲρ τούτου βοήσεσθαι καὶ δίωξιν ποιήσεσθαι τοῦ ἀνδρὸς κηρύξειν τε ἐς τὴν αὑτοῦ πᾶσαν, μηδαμοῦ παριτητέα [p. 327] εἶναί οἱ, ὁ δ᾽ οὐδὲν τούτων, ἀλλ᾽ ὥσπερ ἀγωνιζόμενος πρὸς τὴν τῶν πολλῶν δόξαν ἢ ξυνιεὶς λοιπόν, ὅτι μηδὲν ἐπὶ τὸν ἄνδρα οἱ αὔταρκες. εἰ δ᾽ ὑπερεώρα, ξυμβαλώμεθα τοῖς ἐφεξῆς, φανείη γὰρ ἂν ξυνταραχθεὶς μᾶλλον ἢ καταφρονήσας:
οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι,