previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀρχῇ πρέπειν ἐδόκει Νερούας, ἧς μετὰ Δομετιανὸν σωφρόνως ἥψατο, ἦν δὲ καὶ περὶ Ὄρφιτόν τε καὶ Ῥοῦφον αὐτὴ δόξα. τούτους Δομετιανὸς ἐπιβουλεύειν ἑαυτῷ φήσας οἱ μὲν ἐς νήσους καθείρχθησαν, Νερούᾳ δὲ προσέταξεν οἰκεῖν Τάραντα. ὢν δὲ ἐπιτήδειος αὐτοῖς Ἀπολλώνιος τὸν μὲν χρόνον, ὃν Τίτος ὁμοῦ τῷ πατρὶ καὶ μετὰ τὸν πατέρα ἦρχεν, ἀεί τι ὑπὲρ σωφροσύνης ἐπέστελλε τοῖς ἀνδράσι [p. 259] προσποιῶν αὐτοὺς τοῖς βασιλεῦσιν ὡς χρηστοῖς, Δομετιανοῦ δέ, ἐπεὶ χαλεπὸς ἦν, ἀφίστη τοὺς ἄνδρας καὶ ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας ἐρρώννυ. τὰς μὲν δὴ ἐπιστολιμαίους ξυμβουλίας οὐκ ἀσφαλεῖς αὐτοῖς ᾤετο, πολλοὺς γὰρ τῶν ἐν δυνάμει καὶ δοῦλοι προὔδοσαν καὶ φίλοι καὶ γυναῖκες καὶ οὐδὲν ἀπόρρητον ἐχώρησε τότε οἰκία, τῶν δὲ αὑτοῦ ἑταίρων τοὺς σωφρονεστάτους ἄλλοτε ἄλλον ἀπολαμβάνωνδιάκονονεἶπεν ἂνποιοῦμαί σε ἀπορρήτου λαμπροῦ: βαδίσαι δὲ χρὴ ἐς τὴν Ῥώμην παρὰ τὸν δεῖνα καὶ διαλεχθῆναί οἱ καὶ γενέσθαι πρὸς τὴν πειθὼ τοῦ ἀνδρὸς πᾶν τι ἐγώ.’ ἐπεὶ δὲ ἤκουσεν, ὅτι φεύγοιεν ὁρμῆς μὲν ἐνδειξάμενοί τι ἐπὶ τὸν τύραννον, ὄκνῳ δ᾽ ἐκπεσόντες ὧν διενοήθησαν, διελέγετο μὲν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης περὶ τὸ νέμος τῆς Σμύρνης,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: