previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτοις ἐπέκοπτε τὸν Αἰγύπτιον ὡς ἀμαθῆ τῶν θείων. προσκειμένης δὲ τῆς Ἀλεξανδρείας ἵπποις καὶ ξυμφοιτώσης μὲν ἐς τὸν ἱππόδρομον ἐπὶ τῇ θέᾳ ταύτῃ, μιαιφονούντων δὲ ἀλλήλους ἐπίπληξιν ὑπὲρ τούτων ἐποιεῖτο, καὶ παρελθὼν ἐς τὸ ἱερὸνποῖἔφηπαρατενεῖτε ἀποθνήσκοντες οὐχ ὑπὲρ τέκνων οὐδὲ ἱερῶν, ἀλλ᾽ ὡς χραίνοιτε μὲν τὰ ἱερὰ λύθρου μεστοὶ ἐς ταῦτα ἥκοντες, φθείροισθε δὲ ἔσω τείχους; καὶ Τροίαν μέν, ὡς ἔοικεν, ἵππος εἷς διεπόρθησεν, ὃν ἐσοφίσαντο οἱ Ἀχαιοὶ τότε, ἐφ᾽ ὑμᾶς δὲ ἅρματα ἔζευκται καὶ ἵπποι, δἰ οὓς οὐκ ἔστιν ὑμῖν εὐηνίως ζῆν: ἀπόλλυσθε γοῦν οὐχ ὑπὸ Ἀτρειδῶν, οὐδ᾽ ὑπὸ Αἰακιδῶν, ἀλλ᾽ ὑπ᾽ ἀλλήλων, μηδ᾽ οἱ Τρῶες ἐν τῇ μέθῃ. κατὰ μὲν οὖν τὴν Ὀλυμπίαν, οὗ πάλης καὶ πυγμῆς καὶ τοῦ παγκρατιάζειν ἆθλα, οὐδεὶς ὑπὲρ ἀθλητῶν ἀπέθανεν [p. 185] ἴσως καὶ ξυγγνώμης ὑπαρχούσης, εἴ τις ὑπερσπουδάζοι περὶ τὸ ὁμόφυλον, ὑπὲρ δὲ ἵππων ἐνταῦθα γυμνὰ μὲν ὑμῖν ἐπ᾽ ἀλλήλους ξίφη, βολαὶ δὲ ἕτοιμοι λίθων. πῦρ δὲ ἐπὶ τὴν τοιαύτην πόλιν, ἔνθα οἰμωγή τε καὶ ὕβρις ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέει δ᾽ αἵματι γαῖα. αἰδέσθητε τὸν κοινὸν τῆς Αἰγύπτου κρατῆρα Νεῖλον. ἀλλὰ τί Νείλου μνημονεύω πρὸς ἀνθρώπους αἵματος ἀναβάσεις διαμετροῦντας μᾶλλον ὕδατος;’ καὶ πλείω ἐς τὴν ἐπίπληξιν ταύτην διελέχθη ἕτερα, ὡς διδάσκει Δάμις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: