previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔτ᾽ ἀπιστουμένων τούτων ἦλθον οἱ τῶν εὐαγγελίων δρόμοι μάρτυρες τῆς σοφίας τοῦ ἀνδρός, καὶ γὰρ τοῦ τυράννου σφαγὴ καὶ τοῦτο ἐνεγκοῦσα ἡμέρα καὶ μεσημβρία καὶ οἱ κτείνοντες, πρὸς οὓς παρακέλευσις, οὕτως εἶχεν, ὡς οἱ θεοὶ τούτων ἕκαστα διαλεγομένῳ τῷ ἀνδρὶ ἀνέφαινον. τριάκοντα δ᾽ ἡμέραις μετὰ ταῦτα ἐπιστείλαντος αὐτῷ τοῦ Νερούα τὴν μὲν ἀρχὴν ἤδη τῶν Ῥωμαίων ἔχειν θεῶν τε βουλαῖς κἀκείνου, κατασχεῖν δ᾽ ἂν αὐτὴν ῥᾷον, εἰ ξύμβουλος αὐτῷ ἔλθοι, τὸ μὲν αὐτίκα ἐκεῖνο γράφει πρὸς αὐτὸν αἴνιγμα: ‘ξυνεσόμεθα, βασιλεῦ, χρόνον ἀλλήλοις πλεῖστον, ὃν μήτε ἡμεῖς ἑτέρου, μήτ᾽ ἄλλος ἡμῶν ἄρξεισυνιεὶς ἴσως ἑαυτοῦ τε, ὡς μετ᾽ οὐ πολὺ μεταστησομένου ἀνθρώπων, Νερούα τε, ὡς χρόνον βραχὺν ἄρξοντος, ἐς ἐνιαυτὸν γὰρ καὶ μῆνας τέτταρας τὰ τῆς βασιλείας αὐτῷ προὔβη σωφρονεστάτῳ δόξαντι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: