previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λόγων δὲ ἰδέαν ἐπήσκησεν οὐ διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασιν, [p. 18] οὐδ᾽ αὖ κατεγλωττισμένην καὶ ὑπεραττικίζουσαν, ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν Ἀτθίδα ἡγεῖτο, οὐδὲ λεπτολογίᾳ ἐδίδου, οὐδὲ διῆγε τοὺς λόγους, οὐδὲ εἰρωνευομένου τις ἤκουσεν περιπατοῦντος ἐς τοὺς ἀκροωμένους, ἀλλ᾽ ὥσπερ ἐκ τρίποδος ὅτε διαλέγοιτοοἶδαἔλεγε καὶδοκεῖ μοικαὶποῖ φέρεσθε;’ καὶχρὴ εἰδέναι.’ καὶ αἱ δόξαι βραχεῖαι καὶ ἀδαμάντινοι κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς πράγμασι, καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥσπερ ἀπὸ σκήπτρου θεμιστευόμενα. ἐρομένου δὲ αὐτὸν τῶν στενολεσχούντων τινός, ὅτου ἕνεκα οὐ ζητοίη, ‘ὅτιἔφημειράκιον ὢν ἐζήτησα, νῦν δὲ οὐ χρὴ ζητεῖν, ἀλλὰ διδάσκειν εὕρηκα.’ ‘πῶς οὖν, Ἀπολλώνιε, διαλέξεται σοφός;’ πάλιν ἐπερομένου αὐτὸνὡς νομοθέτης,’ ἔφηδεῖ γὰρ τὸν νομοθέτην, πέπεικεν ἑαυτόν, ταῦτα ἐπιτάγματα ἐς τοὺς πολλοὺς ποιεῖσθαι.’ ὧδε αὐτῷ τὰ ἐν Ἀντιοχείᾳ ἐσπουδάζετο καὶ ἐπέστρεφεν ἐς ἑαυτὸν ἀνθρώπους ἀμουσοτάτους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: