previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καταβαίνοντες δὲ τὸ ὄρος δρακόντων θήρᾳ περιτυχεῖν φασι, περὶ ἧς ἀνάγκη λέξαι: καὶ γὰρ σφόδρα εὔηθες ὑπὲρ μὲν τοῦ λαγὼ καὶ ὅπως ἁλίσκεται καὶ ἁλώσεται, πολλὰ εἰρῆσθαι τοῖς ἐς φροντίδα βαλλομένοις ταῦτα, ἡμᾶς δὲ παρελθεῖν λόγον γενναίας τε καὶ δαιμονίου θήρας μηδὲ τῷ ἀνδρὶ παραλειφθέντα, ἐς ὃν ταῦτα ἔγραψα: δρακόντων μὲν γὰρ δὴ ἀπείροις μήκεσι κατέζωσται πᾶσα Ἰνδικὴ χώρα καὶ μεστὰ μὲν αὐτῶν ἕλη, μεστὰ δὲ ὄρη, κενὸς δὲ οὐδεὶς λόφος. οἱ μὲν δὴ ἕλειοι νωθροί τέ εἰσι καὶ τριακοντάπηχυ μῆκος ἔχουσι καὶ κράνος αὐτοῖς οὐκ ἀνέστηκεν, ἀλλ᾽ εἰσὶ ταῖς δρακαίναις ὅμοιοι, μέλανες δὲ ἱκανῶς τὸν νῶτον καὶ ἧττον φολιδωτοὶ τῶν ἄλλων. καὶ σοφώτερον ἧπται τοῦ λόγου περὶ αὐτῶν Ὅμηρος οἱ πολλοὶ ποιηταί, τὸν γὰρ δράκοντα τὸν ἐν Αὐλίδι τὸν πρὸς τῇ πηγῇ οἰκοῦντα περὶ νῶτα δαφοινὸν εἴρηκεν, οἱ δὲ ἄλλοι ποιηταὶ τὸν ὁμοήθη τούτῳ τὸν ἐν τῷ τῆς Νεμέας ἄλσει φασὶ καὶ λοφιὰν ἔχειν, ὅπερ οὐκ ἂν περὶ τοὺς ἑλείους εὕροιμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: