previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἶδεν, ‘ἐγὼἔφηΝερούαν σωφρονέστατον ἀνθρώπων οἶδα καὶ πρᾳότατον καὶ σοὶ ἐπιτηδειότατον καὶ ἄρχοντα μὲν ἀγαθόν, εὐλαβῆ δ᾽ οὕτω πρὸς ὄγκον πραγμάτων, ὡς καὶ τὰς τιμὰς δεδιέναι, οἱ δὲ ἀμφ᾽ αὐτόν, Ῥοῦφον γάρ που λέγεις καὶ Ὄρφιτον, σώφρονες μὲν καὶ οἵδε οἱ ἄνδρες, ὁπόσα οἶδα, καὶ διαβεβλημένοι πρὸς πλοῦτον, νωθροὶ δὲ πράττειν ὁπόσα ἔξεστι, νεώτερα δὲ οὔτ᾽ ἂν αὐτοὶ ἐνθυμηθεῖεν οὔτ᾽ ἂν ἑτέρῳ ἐνθυμηθέντι ξυνάραιντο.’ ἀνοιδήσας δ᾽ βασιλεὺς ὑφ᾽ ὧν ἤκουσεσυκοφάντην με οὖνεἶπενἐπ᾽ αὐτοῖς εἴληφας, ἵν᾽ οὓς ἐγὼ [p. 288] μιαρωτάτους ἀνθρώπων καὶ τοῖς ἐμοῖς ἐπιπηδῶντας εὗρον, σὺ δ᾽, ὡς χρηστοί τέ εἰσι ῾λέγεισ᾽ καὶ νωθροί; καὶ γὰρ ἂν κἀκείνους ἡγοῦμαι ὑπὲρ σοῦ ἐρωτωμένους μήθ᾽ ὡς γόης εἶ, φάναι, μήθ᾽ ὡς ἴτης μήθ᾽ ὡς ἀλαζὼν μήθ᾽ ὡς φιλοχρήματος μήθ᾽ ὡς φρονῶν ὑπὲρ τοὺς νόμους. οὕτως, μιαραὶ κεφαλαί, κακῶς ξυντέταχθε. ἐλέγξει δ᾽ κατηγορία πάντα: καὶ γὰρ ὁπόσα ὀμώμοται ὑμῖν καὶ ὑπὲρ ὧν καὶ ὁπότε καὶ τί θύσασιν, οὐδὲν μεῖον οἶδα, εἰ παρετύγχανόν τε καὶ ἐκοινώνουν.’ δὲ οὐδὲ ταῦτα ἐκπλαγεὶςαἰσχρόν,’ ἔφηβασιλεῦ, καὶ οὐκ ἐκ τῶν νόμων δικάζειν ὑπὲρ ὧν πέπεισαι πεπεῖσθαι ὑπὲρ ὧν μὴ ἐδίκασας. εἰ δ᾽ οὕτως ἔχει, ξυγχώρησον ἐνθένδε μοι τῆς ἀπολογίας ἄρξασθαι: κακῶς, βασιλεῦ, περὶ ἐμοῦ φρονεῖς, καὶ πλείω με ἀδικεῖς συκοφάντης, γὰρ ἐκεῖνος διδάξειν ἔφη, σὺ πρὶν ἀκοῦσαι πέπεισαι.’ ‘τῆς μὲν ἀπολογίαςεἶπενὁπόθεν βούλει, ἄρχου, ἐγὼ δὲ καὶ ἐς τι παύσομαι οἶδα καὶ ὁπόθεν ἤδη προσήκει ἄρξασθαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: