Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ἅμα διιὼν ταῦτα ναῦν εἶδε τῶν τριαρμένων ἐκπλέουσαν καὶ τοὺς ναύτας ἄλλον ἄλλως ἐς τὸ ἀνάγεσθαι αὐτὴν πράττοντας. ἐπιστρέφων οὖν τοὺς παρόντας ‘ὁρᾶτε’ εἶπε ‘τὸν τῆς νεὼς δῆμον, ὡς οἱ μὲν τὰς ἐφολκίδας ἐμβεβήκασιν ἐρετικοὶ ὄντες, οἱ δ᾽ ἀγκύρας ἀνιμῶσί τε καὶ ἀναρτῶσιν, οἱ δὲ ὑπέχουσι τὰ ἱστία τῷ ἀνέμῳ, οἱ δὲ ἐκ πρύμνης τε καὶ πρῴρας προορῶσιν; εἰ δὲ ἓν τούτων εἷς ἐλλείψει τι τῶν ἑαυτοῦ ἔργων ἢ ἀμαθῶς τῆς ναυτικῆς ἅψεται, πονήρως πλευσοῦνται καὶ ὁ χειμὼν αὐτοὶ δόξουσιν: εἰ δὲ φιλοτιμήσονται πρὸς ἑαυτοὺς καὶ στασιάσουσι μὴ κακίων ἕτερος ἑτέρου δόξαι, καλοὶ μὲν ὅρμοι τῇ νηὶ ταύτῃ, μεστὰ δὲ εὐδίας τε καὶ εὐπλοίας πάντα, [p. 130] Ποσειδῶν δὲ Ἀσφάλειος ἡ περὶ αὐτοῖς εὐβουλία δόξει.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.