previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοιαῦτα δὴ λαλούντων πρὸς ἀλλήλους κραυγὴ τῶν βασιλείων ἐξεφοίτησεν εὐνούχων καὶ γυναικῶν ἅμα: εἴληπτο δὲ ἄρα εὐνοῦχός τις ἐπὶ μιᾷ τῶν τοῦ βασιλέως παλλακῶν ξυγκατακείμενός τε καὶ ὁπόσα οἱ μοιχοὶ πράττων, καὶ ἦγον αὐτὸν οἱ ἀμφὶ τὴν γυναικωνῖτιν ἐπισπῶντες τῆς κόμης, ὃν δὴ ἄγονται [p. 39] τρόπον οἱ βασιλέως δοῦλοι. ἐπεὶ δὲ πρεσβύτατος τῶν εὐνούχων ἐρῶντα μὲν τῆς γυναικὸς πάλαι ᾐσθῆσθαι ἔφη καὶ προειρηκέναι οἱ, μὴ προσδιαλέγεσθαι αὐτῇ, μηδὲ ἅπτεσθαι δέρης χειρός, μηδὲ κοσμεῖν ταύτην μόνην τῶν ἔνδον, νῦν δὲ καὶ ξυγκατακείμενον εὑρηκέναι καὶ ἀνδριζόμενον ἐπὶ τὴν γυναῖκα, μὲν Ἀπολλώνιος ἐς τὸν Δάμιν εἶδεν, ὡς δὴ τοῦ λόγου ἀποδεδειγμένου, ὃς ἐφιλοσοφεῖτο αὐτοῖς περὶ τοῦ καὶ εὐνούχων τὸ ἐρᾶν εἶναι, δὲ βασιλεὺς πρὸς τοὺς παρόνταςἀλλ᾽ αἰσχρόν γεεἶπεν ἄνδρες, παρόντος ἡμῖν Ἀπολλωνίου περὶ σωφροσύνης ἡμᾶς, ἀλλὰ μὴ τοῦτον, ἀποφαίνεσθαι: τί οὖν κελεύεις, Ἀπολλώνιε, παθεῖν αὐτόν;’ ‘τί δὲ ἄλλο ζῆν;’ εἶπε παρὰ τὴν πάντων ἀποκρινάμενος δόξαν. ἀνερυθριάσας οὖν βασιλεὺςεἶτα οὐ πολλῶνἔφηθανάτων ἄξιος ὑφέρπων οὕτως τὴν εὐνὴν τὴν ἐμήν;’ ‘ἀλλ᾽ οὐχ ὑπὲρ ξυγγνώμηςἔφηβασιλεῦ, ταῦτα εἶπον, ἀλλ᾽ ὑπὲρ τιμωρίας, ἀποκναίσει αὐτόν: εἰ γὰρ ζήσεται νοσῶν καὶ ἀδυνάτων ἁπτόμενος καὶ μήτε σῖτα μήτε ποτὰ ἥσει αὐτὸν μήτε θεάματα, σέ τε καὶ τούς σοι συνόντας εὐφρανεῖ, πηδήσεταί τε καρδία θαμὰ ἐκθρώσκοντος τοῦ ὕπνου, δὴ μάλιστα περὶ τοὺς ἐρῶντάς φασι γίγνεσθαι, καὶ, τίς μὲν οὕτω φθόη τήξει αὐτόν, τίς δὲ οὕτω λιμὸς ἐπιθρύψει τὰ σπλάγχνα; εἰ δὲ μὴ τῶν φιλοψύχων εἴη τις, αὐτός, βασιλεῦ, δεήσεταί σού ποτε καὶ ἀποκτεῖναι αὐτὸν ἑαυτόν γε ἀποκτενεῖ πολλὰ ὀλοφυρόμενος τὴν παροῦσαν ταύτην ἡμέραν, ἐν μὴ εὐθὺς ἀπέθανε.’ τοῦτο μὲν δὴ τοιοῦτον τοῦ Ἀπολλωνίου καὶ οὕτω σοφόν τε καὶ ἥμερον, ἐφ᾽ βασιλεὺς ἀνῆκε τὸν θάνατον τῷ εὐνούχῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: