previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔδοξεν οὖν τῷ Ἀπολλωνίῳ φιλοσοφεῖν Ἰνδὸς καὶ παραστησάμενος τὸν ἑρμηνέαχαίρω,’ εἶπεν βασιλεῦ, φιλοσοφοῦντά σε ὁρῶν.’ ‘ἐγὼ δὲ ὑπερχαίρωἔφηἐπειδὴ οὕτω περὶ ἐμοῦ οἴει.’ ‘τουτὶ δὲ νενόμισται παρ᾽ ὑμῖν,’ εἶπεν σὺ πρὸς τὸ ἐπιεικὲς τοῦτο τὴν ἀρχὴν κατεστήσω;’ ‘σωφρόνωςἔφηνενομισμένῳ σωφρονέστερον χρῶμαι, καὶ πλεῖστα μὲν ἔχω ἀνθρώπων, δέομαι δὲ ὀλίγων, τὰ γὰρ πολλὰ τῶν φίλων τῶν ἐμαυτοῦ ἡγοῦμαι.’ ‘μακάριε τοῦ θησαυροῦ,’ εἶπενεἰ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύῃ τοὺς φίλους, ἐξ ὧν ἀναφύεταί σοι πολλά τε καὶ ἀγαθά.’ ‘καὶ μὴν καὶ τοῖς ἐχθροῖςἔφηκοινωνῶ τοῦ πλούτου. τοὺς γὰρ ἀεί ποτε διαφόρους τῇ χώρᾳ ταύτῃ βαρβάρους προσοικοῦντας καὶ καταδρομαῖς χρωμένους ἐς τἀμὰ ὅρια ὑποποιοῦμαι τουτοισὶ τοῖς χρήμασι καὶ δορυφορεῖταί μοι ὑπ᾽ αὐτῶν χώρα, καὶ οὔτε αὐτοὶ ἐπὶ τἀμὰ φοιτῶσι τούς τε ὁμόρους αὐτοῖς βαρβάρους ἀνείργουσι, χαλεποὺς [p. 68] ὄντας.’ ἐρομένου δὲ αὐτὸν τοῦ Ἀπολλωνίου, εἰ καὶ Πῶρος αὐτοῖς ἐτέλει χρήματα, ‘Πῶροςεἶπεπολέμου ἤρα, ἐγὼ δὲ εἰρήνης.’ πάνυ τοῖς λόγοις τούτοις ἐχειροῦτο τὸν Ἀπολλώνιον καὶ οὕτως αὐτοῦ ἡττήθη, ὡς Εὐφράτῃ ποτὲ ἐπιπλήττων μὴ φιλοσοφοῦντιἡμεῖς δὲ ἀλλὰ τὸν Ἰνδὸν Φραώτην αἰδώμεθα,’ φάναι, ὄνομα γὰρ τῷ Ἰνδῷ τοῦτο ἦν. σατράπου δέ, ἐπειδὴ μεγάλων παρ᾽ αὐτοῦ ἠξιώθη, βουληθέντος αὐτὸν ἀναδῆσαι μίτρᾳ χρυσῇ κεκοσμημένῃ λίθοις ποικίλοιςἐγώ,’ ἔφηεἰ καὶ τῶν ζηλούντων τὰ τοιαῦτα ἦν, παρῃτησάμην ἂν αὐτὰ νῦν καὶ ἀπέρριψα τῆς κεφαλῆς Ἀπολλωνίῳ ἐντυχών, οἷς δὲ μήπω πρότερον ἀναδεῖσθαι ἠξίωσα, πῶς ἂν νῦν κοσμοίμην τὸν μὲν ξένον ἀγνοήσας, ἐμαυτοῦ δὲ ἐκλαθόμενος;’ ἤρετο αὐτὸν καὶ περὶ διαίτης Ἀπολλώνιος, δὲοἴνου μὲνἔφηπίνω τοσοῦτον, ὅσον τῷ Ἡλίῳ σπένδω, δ᾽ ἂν ἐν θήρᾳ λάβω, ταῦτα σιτοῦνται ἕτεροι, ἐμοὶ δ᾽ ἀπόχρη τὸ γεγυμνάσθαι. τὰ δὲ ἐμὰ σιτία λάχανα καὶ φοινίκων ἐγκέφαλοι καὶ καρπὸς τῶν φοινίκων καὶ ὁπόσα ποταμὸς κηπεύει. πολλὰ δέ μοι καὶ ἀπὸ δένδρων φύεται, ὧν γεωργοὶ αἵδε αἱ χεῖρες.’ ταῦτα ἀκούων Ἀπολλώνιος ὑπερήδετό τε καὶ ἐς τὸν Δάμιν θαμὰ ἑώρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: