previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν δὴ Αἴγυπτος ὧδε ἀνέσχεν ἀπειρηκότες ἤδη δι᾽ ἐπιέζοντο. κατιὼν δὲ τοῦ ἱεροῦ ξυνῆψε τῷ Ἀπολλωνίῳ τὴν χεῖρα καὶ παραγαγὼν αὐτὸν ἐς τὰ βασίλεια, ‘ἴσωςἔφημειρακιώδης ἐνίοις δοκῶ βασιλείας ἁπτόμενος περὶ ἔτος ἑξηκοστὸν τοῦ βίου: δώσω οὖν ἀπολογίαν, ὡς ἀπολογοῖο ὑπὲρ ἐμοῦ τοῖς ἄλλοις: ἐγὼ γὰρ πλούτου μὲν ἡττηθεὶς οὐδὲ ἐν μειρακίῳ ποτὲ οἶδα, τὰς δὲ ἀρχάς τε καὶ λαμπρότητας, ὁπόσαι τῇ Ῥωμαίων ἀρχῇ προσήκουσιν, οὕτω σωφρόνως καὶ μετρίως διεθέμην, ὡς μήτε ὑπέρφρων μήτ᾽ αὖ κατεπτηχὼς δόξαι, νεώτερα δὲ οὐδ᾽ ἐπὶ Νέρωνα ἐνεθυμήθην, ἀλλ᾽ ἐπειδὴ τὴν ἀρχήν, εἰ καὶ μὴ κατὰ νόμους, παρ᾽ ἀνδρὸς γοῦν αὐτοκράτορος παραλαβὼν εἶχεν, ὑφιέμην αὐτῷ διὰ τὸν Κλαύδιον, ὃς ὕπατόν τε ἀπέδειξέ με καὶ ξύμβουλον τῶν ἑαυτοῦ: καὶ νὴ τὴν Ἀθηνᾶν, ὁπότε Νέρωνα ἴδοιμι ἀσχημονοῦντα, δάκρυά μοι ἐξέπιπτεν ἐνθυμουμένῳ τὸν Κλαύδιον, ὑφ᾽ οἵου καθάρματος τὸ μέγιστον τῶν ἑαυτοῦ ἐκληρονομήθη. ὁρῶν δὲ μηδ᾽ ὁπότε Νέρων ἐκποδὼν γέγονεν ἐπὶ τὸ λῷον μεθιστάμενα τὰ τῶν ἀνθρώπων, ἀλλ᾽ οὕτως ἀτίμως τὴν ἀρχὴν πράττουσαν, ὡς ἐπὶ Βιτελίῳ κεῖσθαι, θαρρῶν ἤδη ἐπ᾽ αὐτὴν εἶμι, πρῶτον μέν, ἐπειδὴ βούλομαι τοῖς ἀνθρώποις παρασχεῖν ἐμαυτὸν πολλοῦ ἄξιον, εἶτα, ἐπειδὴ πρὸς ἄνθρωπον ἀγὼν ἔσται κραιπαλῶντα: Βιτέλιος γὰρ μύρῳ μὲν λοῦται πλεῖον ἐγὼ ὕδατι, δοκεῖ δέ μοι καὶ ξίφει πληγεὶς μύρον ἐκδώσειν μᾶλλον αἷμα, οἴνῳ δὲ οἶνον ξυνάπτων μαίνεται, καὶ κυβεύει μὲν δεδιὼς μή τι αὐτὸν οἱ [p. 188] πεττοὶ σφήλωσιν, ὑπὲρ δὲ ἀρχῆς ἀναρριπτεῖ παίζων, ἑταίραις δὲ ὑποκείμενος ἐπιθόρνυται ταῖς γεγαμημέναις ἡδίω φάσκων τὰ μετὰ κινδύνων ἐρωτικά. ἐῶ τὰ ἀσελγέστερα, ὡς μὴ τοιαῦτα ἐπὶ σοῦ λέγοιμι: μὴ δὴ περιίδοιμι Ῥωμαίους ὑπὸ τοιούτου ἀρχθέντας, ἀλλ᾽ ἡγεμόνας ποιούμενος τοὺς θεοὺς ἀνὴρ γιγνοίμην ἐμαυτῷ ὅμοιος: ὅθεν ἐκ σοῦ, Ἀπολλώνιε, πεῖσμα ἐγὼ βάλλομαι, φασὶ γὰρ πλεῖστά σε τῶν θεῶν αἰσθάνεσθαι, καὶ ξύμβουλον ποιοῦμαί σε φροντίδων, ἐφ᾽ αἷς ἐστι γῆ καὶ θάλαττα, ἵν᾽ εἰ μὲν εὐμενῆ τὰ παρὰ τῶν θεῶν φαίνοιτο, πράττοιμι ταῦτα, εἰ δὲ ἐναντία καὶ μὴ πρὸς ἐμοῦ μηδὲ Ῥωμαίων, μὴ ἐνοχλοίην τοὺς θεοὺς ἄκοντας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: