previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πλεόντων δὲ αὐτῶν μετὰ ταῦτα τὸ ἐπ᾽ Εὐβοίας πέλαγος, καὶ Ὁμήρῳ δοκεῖ τῶν χαλεπῶν καὶ δυσμετρήτων εἶναι, μὲν θάλαττα ὑπτία καὶ τῆς ὥρας κρείττων ἐφαίνετο λόγοι τε ἐγίγνοντο περί τε νήσων, ἐπειδὴ πολλαῖς τε καὶ ὀνομασταῖς ἐνετύγχανον, περί τε ναυπηγίας καὶ κυβερνητικῆς πρόσφοροι τοῖς πλέουσιν, ἐπεὶ δὲ Δάμις τοὺς μὲν διέβαλλε τῶν λόγων, τοὺς δὲ ὑπετέμνετο, τοὺς δὲ οὐ ξυνεχώρει ἐρωτᾶν, ξυνῆκεν Ἀπολλώνιος, ὅτι λόγον ἕτερον σπουδάσαι βούλοιτο, καὶτί παθών’, ἔφη Δάμι, διασπᾷς τὰ ἐρωτώμενα; οὐ γὰρ ναυτιῶν γε ὑπὸ τοῦ πλοῦ πονήρως ἔχων ἀποστρέφῃ τοὺς λόγους, γὰρ θάλαττα, ὁρᾷς, ὡς ὑποτέθεικεν ἑαυτὴν τῇ νηὶ καὶ πέμπει. τί οὖν δυσχεραίνεις;’ ‘ὅτιἔφηλόγου μεγάλου ἐν μέσῳ ὄντος, ὃν εἰκὸς ἦν ἐρωτᾶν μᾶλλον, ἡμεῖς δὲ τοὺς ἑώλους τε καὶ ἀρχαίους ἐρωτῶμεν.’ ‘καὶ τίςεἶπεν λόγος οὗτος εἴη ἄν, δἰ ὃν τοὺς ἄλλους ἡγῇ περιττούς;’ ‘Ἀχιλλεῖἔφηξυγγενόμενος, Ἀπολλώνιε, καὶ πολλὰ ἴσως διακηκοὼς μήπω ἡμῖν γιγνωσκόμενα οὐ δίει ταῦτα, οὐδὲ τὸ εἶδος ἡμῖν τοῦ Ἀχιλλέως ἀνατυποῖς, περιπλεῖς δὲ τὰς νήσους καὶ ναυπηγεῖς τῷ λόγῳ.’ ‘εἰ μὴ ἀλαζονεύεσθαιἔφηδόξω, πάντα εἰρήσεται.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: