previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ καλέσας αὐτὸν Αἰλιανὸς ἐκέλευσε τὸ ἐλευθέριον οἰκεῖν δεσμωτήριονἔστ᾽ ἂν γένηται σχολὴἔφητῷ βασιλεῖ, ξυγγενέσθαι γάρ σοι ἰδίᾳ πρότερον βούλεται,’ ἀπῆλθε μὲν τοῦ δικαστηρίου καὶ παρελθὼν ἐς τὸ δεσμωτήριονδιαλεγώμεθα,’ ἔφηΔάμι, τοῖς ἐνταῦθα: τί γὰρ ἂν ἄλλο πράττοι τις ῾ἐσ᾽ τὸν χρόνον τοῦτον, ὃν διαλέξεταί μοι τύραννος ὑπὲρ ὧν δεῖται;’ ‘ἀδολέσχαςεἶπενἡγήσονται ἡμᾶς, ἢν ἐκκρούωμεν αὐτοὺς ὧν ἀπολογήσονται, καὶ ἄλλως ἄτοπον περιπατεῖν ἐς ἀνθρώπους ἀθύμως ἔχοντας.’ ‘καὶ μὴν τούτοις μάλιστα δεῖἔφητοῦ διαλεξομένου τε καὶ θεραπεύσοντος: εἰ γὰρ ἐνθυμηθείης τὰ τοῦ Ὁμήρου ἔπη, ἐν οἷς Ὅμηρος τὴν Ἑλένην φησὶ τὰ ἐξ Αἰγύπτου φάρμακα οἰνοχοεῖν ἐς τὸν κρατῆρα, ὡς τὰ ἄχη τῆς ψυχῆς ἀποβρέχοιτο, δοκῶ μοι τὴν Ἑλένην λόγους Αἰγυπτίους ἐκμαθοῦσαν ἐπᾴδειν τοῖς ἀθύμοις ἐν τῷ κρατῆρι, ἰωμένην αὐτοὺς λόγῳ τε ἀναμὶξ καὶ οἴνῳ.’ ‘καὶ εἰκὸς μέν,’ εἶπενεἴπερ ἐς Αἴγυπτόν τε ἦλθε καὶ ὡμίλησε τῷ Πρωτεῖ, ὡς Ὁμήρῳ δοκεῖ, Πολυδάμνῃ ξυνεγένετο τῇ τοῦ Θῶνος: νυνὶ δὲ ἀναβεβλήσθων οὗτοι, δέομαι γάρ τι ἐρέσθαι σε.’ ‘οἶδα,’ ἔφη με ἐρήσῃ, τοὺς γάρ τοι λόγους, οἳ γεγόνασί μοι πρὸς τὸν ἄνδρα καὶ ἅττα εἶπε καὶ εἰ φοβερὸς ἦν πρᾷος, βούλει ἀκοῦσαί μου:’ καὶ διῆλθε πάντας. προσκυνήσας οὖν Δάμιςοὐκ ἀπιστῶ,’ ἔφηκαὶ τὴν Λευκοθέαν ποτὲ κρήδεμνον τῷ Ὀδυσσεῖ δοῦναι μετὰ τὴν ναῦν, ἧς ἐκπεσὼν ἀνεμέτρει ταῖς ἑαυτοῦ χερσὶ [p. 277] τὸ πέλαγος: καὶ γὰρ ἡμῶν ἐς ἀμήχανά τε καὶ φοβερὰ ἐμβεβηκότων θεῶν τις ὑπερέχει, οἶμαι, χεῖρα, ὡς μὴ ἐκπέσοιμεν σωτηρίας πάσης.’ ἐπιπλήττων δ᾽ Ἀπολλώνιος τῷ λόγῳποῖ παρατενεῖς,’ ἔφηδεδιὼς ταῦτα καὶ μήπω γιγνώσκων, ὅτι σοφία μὲν τὰ ξυνιέντα ἑαυτῆς ἐκπλήττει πάντα, αὐτὴ δ᾽ ὑπ᾽ οὐδενὸς ἐκπλήττεται;’ ‘ἀλλ᾽ ἡμεῖςεἶπεπαρὰ ἀξύνετον ἥκομεν καὶ οὐ μόνον οὐκ ἐκπληττόμενον ἡμᾶς, ἀλλ᾽ οὐδὲ ἀξιοῦντα εἶναί τι, ἐκπλήξει αὐτόν.’ ‘ξυνίης οὖν,’ ἔφη Δάμι, ὅτι τετύφωται καὶ ἀνοήτως ἔχει;’ ‘ξυνίημι, τί δ᾽ οὐ μέλλω;’ εἶπε. ‘καὶ σοὶ δὲἔφηκαταφρονητέα τοῦ τυράννου τοσούτῳ μᾶλλον, ὅσῳ καὶ γιγνώσκεις αὐτόν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: