previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ καὶ ὅδε λόγος ἀναγέγραπται τῷ Δάμιδι σπουδασθεὶς ἐκεῖ περὶ τῶν ἐν Ἰνδοῖς μυθολογουμένων θηρίων τε καὶ πηγῶν καὶ ἀνθρώπων, μηδ᾽ ἐμοὶ παραλειπέσθω, καὶ γὰρ κέρδος ῾ἂν᾽ εἴη μήτε πιστεύειν, μήτε ἀπιστεῖν πᾶσιν. ἤρετο γὰρ δὴ Ἀπολλώνιοςἔστι τι ζῷον ἐνταῦθα μαρτιχόρας;’ δὲ Ἰάρχαςκαὶ τίναἔφηφύσιν τοῦ ζῷου τούτου ἤκουσας; εἰκὸς γὰρ καὶ περὶ εἴδους αὐτοῦ ῾τἰ λέγεσθαι.’ ‘λέγεταιεἶπεμεγάλα καὶ ἄπιστα, τετράπουν μὲν γὰρ εἶναι αὐτό, τὴν κεφαλὴν δὲ [p. 119] ἀνθρώπῳ εἰκάσθαι, λέοντι δὲ ὡμοιῶσθαι τὸ μέγεθος, τὴν δὲ οὐρὰν τοῦ θηρίου τούτου πηχυαίας ἐκφέρειν καὶ ἀκανθώδεις τὰς τρίχας, ἃς βάλλειν ὥσπερ τοξεύματα ἐς τοὺς θηρῶντας αὐτό.’ ἐρομένου δὲ αὐτοῦ καὶ περὶ τοῦ χρυσοῦ ὕδατος, φασιν ἐκ πηγῆς βλύζειν, καὶ περὶ τῆς ψήφου τῆς ἅπερ μαγνῆτις ποιούσης ἀνθρώπων τε ὑπὸ γῆν οἰκούντων καὶ πυγμαίων αὖ καὶ σκιαπόδων ὑπολαβὼν Ἰάρχαςπερὶ μὲν ζῴων φυτῶνεἶπεν πηγῶν, ὧν αὐτὸς ἐνταῦθα ἥκων εἶδες, τί ἄν σοι λέγοιμι; σὸν γὰρ ἤδη νῦν ἐξηγεῖσθαι αὐτὰ ἑτέροις: θηρίον δὲ τοξεῦον χρυσοῦ πηγὰς ὕδατος οὔπω ἐνταῦθα ἤκουσα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: