previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καταπλεύσας δὲ ἐς τὴν Χίον, καὶ μηδὲ τὸν πόδα ἐς τὴν γῆν ἐρείσας μετεπήδησεν ἐς τὴν ναῦν τὴν πλησίονἐκήρυττε δ᾽ ναῦς ἐς Ῥόδονκαὶ οἱ ἑταῖροι δὲ μετεπήδων οὐδὲν εἰπόντες, ἐφιλοσοφεῖτο γὰρ αὐτοῖς μάλιστα τὸ ἕπεσθαι λέγοντί τε καὶ πράττοντι. εὐφόρῳ δὲ περαιωθεὶς πνεύματι τάδε ἐσπούδασεν ἐν τῇ Ῥόδῳ: προσιόντα αὐτὸν τῷ τοῦ Κολοσσοῦ ἀγάλματι ἤρετο Δάμις, τί ἡγοῖτο ἐκείνου μεῖζον; δὲ εἶπεν: ‘ἄνδρα φιλοσοφοῦντα ὑγιῶς τε καὶ ἀδόλως’. ἐπεχωρίαζε τότε τῇ Ῥόδῳ Κάνος αὐλητής, ὃς ἄριστα δὴ ἀνθρώπων ἐδόκει αὐλεῖν. καλέσας οὖν αὐτὸντίἔφη αὐλητὴς ἐργάζεται;’ ‘πᾶν’, εἶπενὅπερ ἂν ἀκροατὴς βούληται’. ‘καὶ μὴν πολλοὶἔφητῶν ἀκροωμένων πλουτεῖν βούλονται μᾶλλον αὐλοῦ ἀκούειν: πλουσίους οὖν ἀποφαίνεις, οὓς ἂν ἐπιθυμοῦντας τούτου αἴσθῃ;’ ‘οὐδαμῶς’, εἶπενὡς ἐβουλόμην ἄν’. ‘τί δ᾽ ; εὐειδεῖς ἐργάζῃ τοὺς νέους τῶν ἀκροατῶν; ἐπειδὴ καλοὶ βούλονται δοκεῖν πάντες, περὶ οὓς νεότης ἐστίν’. ‘οὐδὲ τοῦτοἔφηκαίτοι πλεῖστον ἀφροδίτης ἔχων ἐν τῷ αὐλῷ’. ‘τί οὖν ἐστιν,’ εἶπεν τὸν ἀκροατὴν ἡγῇ βούλεσθαι;’ ‘τί δὲ ἄλλο γε’, δ᾽ Κάνος τὸν λυπούμενον μὲν κοιμίζεσθαι αὐτῷ τὴν λύπην [p. 181] ὑπὸ τοῦ αὐλοῦ, τὸν δὲ χαίροντα ἱλαρώτερον ἑαυτοῦ γίγνεσθαι, τὸν δὲ ἐρῶντα θερμότερον, τὸν δὲ φιλοθύτην ἐνθεώτερόν τε καὶ ὑμνώδη;’ ‘τοῦτο οὖν’, ἔφη Κάνε, πότερον αὐτὸς ἐργάζεται αὐλὸς διὰ τὸ χρυσοῦ τε καὶ ὀρειχάλκου καὶ ἐλάφων κνήμης ξυγκεῖσθαι, οἱ δὲ καὶ ὄνων, ἕτερόν ἐστιν, ταῦτα δύναται;’ ‘ἕτερονἔφη Ἀπολλώνιε, γὰρ μουσικὴ καὶ οἱ τρόποι καὶ τὸ ἀναμὶξ καὶ τὸ εὐμετάβολον τῆς αὐλήσεως καὶ τὰ τῶν ἁρμονιῶν ἤθη, ταῦτα τοὺς ἀκροωμένους ἁρμόττει καὶ τὰς ψυχὰς ἐργάζεται σφῶν, ὁποίας βούλονται’. ‘ξυνῆκαἔφη Κάνε, τι σοι τέχνη πράττει: τὸ γὰρ ποικίλον αὐτῆς καὶ τὸ ἐς πάντας τρόπους, τοῦτο ἐξασκεῖς τε καὶ παρέχεις τοῖς παρὰ σὲ φοιτῶσιν. ἐμοὶ δὲ πρὸς τοῖς ὑπὸ σοῦ εἰρημένοις καὶ ἑτέρων δοκεῖ αὐλὸς δεῖσθαι: τῆς τε εὐπνοίας καὶ τῆς εὐστομίας καὶ τοῦ εὔχειρα εἶναι τὸν αὐλοῦντα, ἔστι δὲ εὔπνοια μέν, ἢν τορὸν καὶ λευκὸν τὸ πνεῦμα καὶ μὴ ἐπικτυπῇ φάρυγξ, τουτὶ γὰρ ἔοικε φθόγγῳ ἀμούσῳ, εὐστομία δέ, ἢν τὰ χείλη ἐνθέμενα τὴν τοῦ αὐλοῦ γλῶτταν μὴ πιμπραμένου τοῦ προσώπου αὐλῇ, τὸν δὲ εὔχειρα αὐλητὴν πολλοῦ ἡγοῦμαι ἄξιον, ἢν μήτε καρπὸς ἀπαγορεύῃ ἀνακλώμενος μήτε οἱ δάκτυλοι βραδεῖς ὦσιν ἐπιπέτεσθαι τοῖς φθόγγοις, καὶ γὰρ τὸ ταχέως μεταβάλλειν ἐκ τρόπου ἐς τρόπον περὶ τοὺς εὔχειράς ἐστι μᾶλλον. εἰ δὴ ταῦτα πάντα παρέχεις, θαρρῶν αὔλει, Κάνε, μετὰ σοῦ γὰρ Εὐτέρπη ἔσται.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: