previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διατρίβοντας δὲ αὐτοὺς περὶ τὸν λόγον τοῦτον θόρυβος ἐκ τῆς κώμης προσέβαλεν, ἀφῖκτο δὲ ἄρα βασιλεὺς μηδικώτερον κατεσκευασμένος καὶ ὄγκου μεστός. ἀχθεσθεὶς οὖν Ἰάρχαςεἰ δὲ Φραώτηςἔφηκαταλύων ἐτύγχανεν, εἶδες ἂν ὥσπερ ἐν μυστηρίῳ σιωπῆς μεστὰ πάντα.’ ἐκ τούτου μὲν δὴ ξυνῆκεν Ἀπολλώνιος, ὡς βασιλεὺς ἐκεῖνος οὐκ ὀλίγῳ μέρει, φιλοσοφίᾳ δὲ πάσῃ τοῦ Φραώτου λείποιτο, ῥᾳθύμους δὲ ἰδὼν τοὺς σοφοὺς καὶ μηδὲν παρασκευάζοντας, ὧν δεῖ τῷ βασιλεῖ μετὰ μεσημβρίαν ἥκοντιποῖἔφη βασιλεὺς διαιτήσεται;’ ‘ἐνταῦθα,’ ἔφασαν, ‘ὧν γὰρ ἕνεκα ἥκει, νύκτωρ διαλεγόμεθα, ἐπειδὴ καὶ βελτίων καιρὸς πρὸς βουλάς.’ ‘καὶ τράπεζαἔφηπαρακείσεται ἥκοντι;’ ‘νὴ Δί᾽,’ εἶπονπαχεῖά τε καὶ πάντα ἔχουσα, ὁπόσα ἐνταῦθα.’ ‘παχέως οὖνἔφηδιαιτᾶσθε;’ ‘ἡμεῖς μὲνἔφασανλεπτῶς, πλείονα γὰρ ἡμῖν ἐξὸν σιτίζεσθαι μικροῖς χαίρομεν, τῷ δὲ βασιλεῖ πολλῶν δεῖ, βούλεται γάρ. σιτήσεται δὲ ἔμψυχον μὲν οὐδέν, οὐ γὰρ θέμις ἐνταῦθα, τραγήματα δὲ καὶ ῥίζας καὶ ὡραῖα, ὁπόσα νῦν Ἰνδικὴ ἔχει ὁπόσα τε αἱ ἐς νέωτα ὧραι δώσουσιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: