previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ Δημήτριος διατεθεὶς πρὸς αὐτόν, ὡς ἐν τοῖς Κορινθιακοῖς λόγοις εἴρηκα, παραγενόμενος ἐς τὴν Ῥώμην ὕστερον ἐθεράπευε μὲν τὸν Ἀπολλώνιον, ἐπηφίει δ᾽ αὑτὸν τῷ Νέρωνι, τέχνη ταῦτα ὑπωπτεύθη τοῦ ἀνδρὸς καὶ τὸν Δημήτριον αὐτὸς ἐδόκει καθεικέναι ἐς αὐτά, καὶ πολὺ μᾶλλον, ὁπότε γυμνάσιον μὲν ἐξεποιήθη τῷ Νέρωνι θαυμασιώτατον τῶν ἐκεῖ, λευκὴν δ᾽ ἔθυον ἐν αὐτῷ ἡμέραν Νέρων τε αὐτὸς καὶ βουλὴ μεγάλη καὶ τὸ ἱππεῦον τῆς Ῥώμης, παρελθὼν δὲ Δημήτριος ἐς αὐτὸ τὸ γυμνάσιον διεξῆλθε λόγον κατὰ τῶν λουμένων, ὡς ἐκλελυμένων τε καὶ αὑτοὺς χραινόντων, καὶ ἐδείκνυεν, ὅτι περιττὸν ἀνάλωμα εἴη τὰ τοιαῦτα, ἐφ᾽ οἷς ξυνήρατο [p. 161] μὲν αὐτῷ ῾τοὖ μὴ ἀποθανεῖν αὐτίκα τὸ τὸν Νέρωνα εὐφωνότατα ἑαυτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην ᾄδεινᾖδε δὲ ἐν καπηλείῳ πεποιημένῳ ἐς τὸ γυμνάσιον διάζωμα ἔχων γυμνός, ὥσπερ τῶν καπήλων οἱ ἀσελγέστατοιοὐ μὴν διέφυγεν Δημήτριος τὸ ἐφ᾽ οἷς εἶπε κινδυνεῦσαι, Τιγελλῖνος γάρ, ὑφ᾽ τὸ ξίφος ἦν τοῦ Νέρωνος, ἀπήλαυνεν αὐτὸν τῆς Ῥώμης, ὡς τὸ βαλανεῖον κατασκάψαντα οἷς εἶπε, τὸν δ᾽ Ἀπολλώνιον ἀφανῶς ἀνίχνευεν, ὁπότε καὶ αὐτὸς ἐπιλήψιμόν τι καὶ παραβεβλημένον εἴποι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: