previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μέλλων δέ ποτε πρὸς θήρᾳ γίγνεσθαι τῶν ἐν [p. 40] τοῖς παραδείσοις θηρίων, ἐς οὓς λέοντές τε ἀπόκεινται τοῖς βαρβάροις καὶ ἄρκτοι καὶ παρδάλεις, ἠξίου τὸν Ἀπολλώνιον παρατυχεῖν οἱ θηρῶντι, δὲἐκλέλησαι, βασιλεῦ,’ ἔφηὅτι μηδὲ θύοντί σοι παρατυγχάνω; καὶ ἄλλως οὐχ ἡδὺ θηρίοις βεβασανισμένοις καὶ παρὰ τὴν φύσιν τὴν ἑαυτῶν δεδουλωμένοις ἐπιτίθεσθαι.’ ἐρομένου δὲ αὐτὸν τοῦ βασιλέως, πῶς ἂν βεβαίως καὶ ἀσφαλῶς ἄρχοι, ‘πολλοὺςἔφητιμῶν, πιστεύων δὲ ὀλίγοις.’ πρεσβευομένου δέ ποτε τοῦ τῆς Συρίας ἄρχοντος περὶ κωμῶν, οἶμαι, δύο προσοίκων τῷ Ζεύγματι καὶ φάσκοντος ὑπακηκοέναι μὲν αὐτὰς Ἀντιόχῳ καὶ Σελεύκῳ πάλαι, νῦν δὲ ὑπ᾽ αὐτῷ εἶναι Ῥωμαίοις προσηκούσας, καὶ τοὺς μὲν Ἀραβίους τε καὶ Ἀρμενίους μὴ ἐνοχλεῖν τὰς κώμας, αὐτὸν δὲ ὑπερβαίνοντα τοσαύτην γῆν καρποῦσθαι σφᾶς, ὡς αὐτοῦ μᾶλλον Ῥωμαίων οὔσας, μεταστησάμενος βασιλεὺς τοὺς πρέσβειςτὰς μὲν κώμας ταύτας,’ ἔφηἈπολλώνιε, ξυνεχώρησαν τοῖς ἐμοῖς προγόνοις οἱ βασιλεῖς, οὓς εἶπον, τροφῆς ἕνεκα τῶν θηρίων, παρ᾽ ἡμῖν ἁλισκόμενα φοιτᾷ ἐς τὴν ἐκείνων διὰ τοῦ Εὐφράτου, οἱ δ᾽, ὥσπερ ἐκλαθόμενοι τούτου καινῶν τε καὶ ἀδίκων ἅπτονται. τίς οὖν φαίνεταί σοι τῆς πρεσβείας νοῦς;’ ‘μέτριος, βασιλεῦ,’ ἔφηκαὶ ἐπιεικής, εἰ, δύνανται καὶ ἄκοντος ἔχειν ἐν τῇ ἑαυτῶν ὄντα, βούλονται παρ᾽ ἑκόντος εὑρίσκεσθαι μᾶλλον.’ προσετίθει δὲ καὶ τὸ μὴ δεῖν ὑπὲρ κωμῶν, ὧν μείζους κέκτηνται τάχα καὶ ἰδιῶται, διαφέρεσθαι πρὸς Ῥωμαίους καὶ πόλεμον οὐδ᾽ ὑπὲρ μεγάλων αἴρεσθαι. νοσοῦντι δὲ τῷ βασιλεῖ παρὼν τοσαῦτά τε καὶ οὕτω θεῖα περὶ ψυχῆς διεξῆλθεν, ὡς τὸν βασιλέα ἀναπνεῦσαι καὶ πρὸς τοὺς παρόντας εἰπεῖν, ὅτιἈπολλώνιος οὐχ ὑπὲρ τῆς [p. 41] βασιλείας μόνης ἀφροντιστεῖν εἴργασταί με, ἀλλὰ καὶ ὑπὲρ τοῦ θανάτου.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: