previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐτύγχανέ τι καὶ μειράκιον νεόπλουτόν τε καὶ ἀπαίδευτον οἰκοδομούμενον οἰκίαν τινὰ ἐν τῇ Ῥόδῳ καὶ ξυμφέρον ἐς αὐτὴν γραφάς τε ποικίλας καὶ λίθους ἐξ ἁπάντων ἐθνῶν. ἤρετο οὖν αὐτό, ὁπόσα χρήματα εἴη ἐς διδασκάλους τε καὶ παιδείαν ἀνηλωκός: δὲοὐδὲ [p. 182] δραχμήνεἶπεν. ‘ἐς δὲ τὴν οἰκίαν πόσα;’ ‘δώδεκαἔφητάλαντα, προσαναλώσαιμι δ᾽ ἂν καὶ ἕτερα τοσαῦτα’. ‘τί δ᾽εἶπεν οἰκία βούλεταί σοι;’ ‘δίαιταἔφηλαμπρὰ ἔσται τῷ σώματι, καὶ γὰρ δρόμοι ἐν αὐτῇ καὶ ἄλση καὶ ὀλίγα ἐς ἀγορὰν βαδιοῦμαι καὶ προσεροῦσί με οἱ ἐσιόντες ἥδιον, ὥσπερ ἐς ἱερὸν φοιτῶντες.’ ‘ζηλωτότεροι δὲεἶπενοἱ ἄνθρωποι πότερον δι᾽ αὐτούς εἰσιν διὰ τὰ περὶ αὐτοὺς ὄντα;’ ‘διὰ τὸν πλοῦτον’, εἶπε, ‘τὰ γὰρ χρήματα πλεῖστον ἰσχύει’. ‘χρημάτων δ᾽’, ἔφη μειράκιον, ἀμείνων φύλαξ πότερον πεπαιδευμένος ἔσται ἀπαίδευτος;’ ἐπεὶ δὲ ἐσιώπησε, ‘δοκεῖς μοι’, εἶπεμειράκιον, οὐ σὺ τὴν οἰκίαν, ἀλλὰ σὲ οἰκία κεκτῆσθαι. ἐγὼ δὲ ἐς ἱερὸν παρελθὼν πολλῷ ἂν ἥδιον ἐν αὐτῷ μικρῷ ὄντι ἄγαλμα ἐλέφαντός τε καὶ χρυσοῦ ἴδοιμι ἐν μεγάλῳ κεραμεοῦν τε καὶ φαῦλον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: